Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.429
Not analysed yet
ὑμᾶς συνεργὸς, εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι Ἐκκλησιῶν, δόξα Χριστοῦ.» Περὶ μὲν οὖν Τίτου τοῦτό φημι, ὅτι καὶ τοῦ κηρύγματός μοι γεγένηται κοινωνὸς, καὶ εἰς τὴν ὑμετέραν ὠφέλειάν ἐστι συνεργός· περὶ δὲ τῶν ἄλλων, ὅτι ἀδελφοὶ ἡμῶν, καὶ τῶν Ἐκκλησιῶν ἀπόστολοι, καὶ δόξα τοῦ Δεσπότου Χριστοῦ. Οἱ γὰρ ὁρῶντες αὐτῶν τὴν λαμπηδόνα τῆς ἀρετῆς, τὸν ὑπὸ τούτου κηρυττόμενον ἀνυμνοῦσι Θεόν. κδʹ. «Τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν, καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν, εἰς αὐτοὺς ἐνδείξασθε, εἰς πρόσωπον τῶν Ἐκκλησιῶν.» Πάντα τοίνυν τῆς ἀγάπης ὑμῶν τὸν πλοῦτον γυμνώσατε, καὶ τὰς ἐμὰς περὶ ὑμῶν εὐφημίας κυρώσατε· πάσας γὰρ τὰς Ἐκκλησίας διὰ τούτων τιμήσετε. ΚΕΦΑΛΑΙΟΝ Θʹ. αʹ, βʹ. «Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστι τὸ γράφειν ὑμῖν. Οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσι, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσιν.» Ἐκεῖνα περὶ τῶν τῇ χρείᾳ διακονουμένων διεξελθὼν, περιττὴν ἐκάλεσε τὴν περὶ τῆς φιλοτιμίας παραίνεσιν· οὐ περιττὴν ὄντως ὑπολαμβάνων, ἀλλὰ τῇ τοιαύτῃ τῶν λόγων μεθόδῳ πρὸς πλείω διεγείρων φιλοτιμίαν. Οὗ δὴ χάριν αὐτοῖς καὶ τὴν προθυμίαν μεμαρτύρηκε, καὶ ταύτην ἔφη τοῖς Μακεδόσι πάλαι δεδηλωκέναι, ὥστε καὶ ἐντεῦθεν ἐκείνους προθυμοτέρους γίνεσθαι. Τοῦτο γὰρ ἐπάγει· «Καὶ ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας.» Ἄξιον δὲ θαυμᾶσαι τὸν θεῖον Ἀπόστολον τὴν πνευματικὴν θεωροῦντας σοφίαν. Διὰ μὲν γὰρ Κορινθίων τοὺς Μακεδόνας, διὰ δὲ Μακεδόνων τοὺς Κορινθίους ἐπὶ τὴν ἀγαθὴν ἐργασίαν προέτρεψεν. γʹ, δʹ. «Ἔπεμψα δὲ τοὺς ἀδελφοὺς, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ, ἀλλ' ἵνα, καθὼς ἔλεγον, παρεσκευασμένοι ἦτε. Μή πως, ἐὰν ἔλθωσι σὺν ἐμοὶ Μακεδόνες, καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους, καταισχυνθῶμεν ἡμεῖς, ἵνα μὴ λέγωμεν ὑμεῖς, ἐν τῇ ὑποστάσει ταύτῃ τῆς καυχήσεως.» Ἔδειξεν ἑαυτὸν ἀγωνιῶντα, καὶ τῶν ψευδῶν ἐγκωμίων ὑφορώμενον τοὺς ἐλέγχους, ἵνα καὶ τῆς οἰκείας δόξης, καὶ τῆς τοῦ διδασκάλου φροντίζοντες, φιλότιμοι περὶ τὴν τῶν χρημάτων μετάδοσιν γένωνται. εʹ. «Ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφοὺς, ἵνα προέλθωσιν εἰς ὑμᾶς, καὶ προκαταρτίσωσι τὴν προκατηγγελμένην εὐλογίαν ὑμῶν ταύτην ἑτοίμην εἶναι οὕτως, ὡς εὐλογίαν, καὶ μὴ ὡς πλεονεξίαν.» Οὐδαμοῦ φιλανθρωπίαν ὠνόμασε τὴν μετάδοσιν, ἀλλὰ χάριν, καὶ κοινωνίαν, καὶ εὐλογίαν. Μετ' εὐφροσύνης δὲ ταύτην κελεύει γίνεσθαι. Τοῦτο γὰρ εἶπεν, ὡς εὐλογίαν, καὶ μὴ ὡς πλεονεξίαν. Ὁ γὰρ πλεονεκτούμενος ἀνιᾶται, ὁ δὲ φιλοτιμούμενος ἥδεται. Ἐπειδὴ δὲ τῇ ἐξουσίᾳ τῆς γνώμης τὸ τῆς μεταδόσεως ἐπίστευσε μέτρον, ἀναγκαίως καὶ περὶ τούτου παραινεῖ τὰ εἰκότα.