Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.44
Not analysed yet
φῷ, ὅς ἐστιν ἐξ ὑμῶν, πάντα γνωρίσουσι τὰ ὧδε.» Πρὸ τῶν δύο τοίνυν τούτων ἡ πρὸς Φιλήμονα τετάχθω. Ἐν ἐκείνῃ μὲν γὰρ δεχθῆναι παρακαλεῖ τὸν Ὀνήσιμον, ὡς ἐν τῷ δεσμωτηρίῳ τῶν πνευματικῶν ὠδίνων τετυχηκότα· ἐνταῦθα δὲ καὶ τοῖς ὑπουργοῖς συντάττει. Μετὰ τούτους Ἑβραίοις ἐπέστειλε, καὶ τούτοις δέ γε ἀπὸ Ῥώμης, ὡς διδάσκει τὸ τέλος· «Ἀσπάζονται γὰρ, φησὶν, ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας.» Ἐσχάτην δὲ πασῶν τὴν δευτέραν πρὸς Τιμόθεον γέγραφε· καὶ τοῦτο δὲ πάλιν ἐκ τῶν αὐτοῦ γραμμάτων καταμαθεῖν ῥᾴδιον. «Ἐγὼ γὰρ, φησὶν, ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν.» Ἐντεῦθεν ἔστι καταμαθεῖν, ὡς καὶ τὴν πρὸς Ἐφεσίους, καὶ τὴν πρὸς Κολασσαεῖς, ἀπὸ τῆς Ῥώμης ἐπέστειλε. «Τυχικὸν γὰρ, φησὶν, ἐπέστειλα εἰς Ἔφεσον.» Ἡ μὲν τῶν ἐπιστολῶν κατὰ τὸν χρόνον τάξις ἐστὶν αὕτη. Προτετάχασι δὲ τὴν πρὸς Ῥωμαίους, ὡς παντοδαπὴν ἔχουσαν διδασκαλίαν, καὶ τὴν τῶν δογμάτων ἀκρίβειαν διὰ πλειόνων διδάσκουσαν. Τινὲς δέ φασιν, ὅτι καὶ τὴν πόλιν τιμῶντες, ὡς τῆς οἰκουμένης προκαθημένην, καὶ τῆς βασιλείας τὰ σκῆπτρα κατέχουσαν, πρώτην ἔταξαν τὴν πρὸς τούτους γραφεῖσαν Ἐπιστολήν. Ἐμοὶ δὲ τὸ πρότερον ἀληθέστερον εἶναι δοκεῖ. Ἀλλὰ τῶν μὲν ἄλλων ἐπιστολῶν τὰς ὑποθέσεις κατὰ τὸν προσήκοντα καιρὸν, σὺν Θεῷ φάναι, γράψομεν καὶ ἑκάστης προτάξομεν. Ἐπὶ δέ γε τοῦ παρόντος τῆς πρὸς Ῥωμαίους τὸν σκοπὸν ἐροῦμεν ἐν κεφαλαίῳ. ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ ΥΠΟΘΕΣΙΣ, Ποικίλην μὲν καὶ παντοδαπὴν ὁ θεῖος Ἀπόστολος διὰ τῶνδε τῶν γραμμάτων προσφέρει διδασκαλίαν. Ἅπας δὲ τῆς Ἐπιστολῆς ὁ σκοπός ἐστιν οὗτος. Τῆς θείας ἐνανθρωπήσεως τὸ μυστήριον, τοῖς μὲν εἰλικρινῶς πεπιστευκόσι σεπτόν ἐστι καὶ ἄγαν προσκυνητόν. Ἐναργῶς γὰρ ἡμᾶς τὴν τοῦ Θεοῦ διδάσκει