Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.45
Not analysed yet
φιλανθρωπίαν. Οἱ δέ γε τῆς ἀπιστίας τὴν ἀχλὺν περικείμενοι, καὶ τοῦ νοεροῦ φωτὸς τὴν αἴγλην μηδέπω δεξάμενοι, γελῶσιν ἃ μηδὲ τῶν ἀγγέλων οἱ δῆμοι πρὸς ἀξίαν ὑμνῆσαι δεδύνηνται. Καὶ τοῦτο σαφῶς ὁ θεσπέσιος Ἀπόστολος Κορινθίοις ἐπιστέλλων ἐδίδαξεν· «Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις δύναμις Θεοῦ ἐστι.» Τοῦτο τοίνυν τὸ σωτήριον κήρυγμα, Ῥωμαίοις γράφων, ἀναγκαῖον δείκνυσι, καὶ πᾶσιν ἀνθρώποις, Ἰουδαίοις τε καὶ Ἕλλησι, λυσιτελὲς καὶ συμφέρον. Οὗ δὴ χάριν πρὸ τῶν ἄλλων ἁπάντων, καὶ Ἕλληνας ἐξελέγχει, τὴν ἐντεθεῖσαν τῇ φύσει παρὰ τοῦ πεποιηκότος τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων διάκρισιν ἄντικρυς διαφθείραντας, καὶ τῆς φύσεως παραβεβηκότας τοὺς νόμους· καὶ μέντοι καὶ Ἰουδαίους, ἔγγραφον μὲν θείων νόμων δεξαμένους διδασκαλίαν, ὄνησιν δὲ ἐντεῦθεν οὐ βουληθέντας λαβεῖν, ἀλλὰ μείζοσι τιμωρίαις ὑπευθύνους γεγενημένους. Μετὰ ταῦτα λέγει τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν, οὐκ ἐπὶ κρίσει καὶ τιμωρίᾳ τῶν παρανενομηκότων γεγενημένην, ἀλλὰ τῶν ἁμαρτημάτων δωρουμένην τὴν ἄφεσιν, καὶ τοῦ θανάτου τὴν λύσιν ὑπισχνουμένην, καὶ τὴν αἰώνιον ἐπαγγελλομένην ζωήν. Ἐπειδὴ δὲ καὶ Ἰουδαίους ᾔδει λίαν ἀντεχομένους τοῦ νόμου, καὶ τοὺς τὰ Μαρκίωνος καὶ Βαλεντίνου νοσοῦντας, καὶ μέντοι καὶ Μανιχαίους, λίαν τούτου κατηγοροῦντας, καθάπερ ἄριστός τις στρατηγὸς πάντοθεν ὑπὸ πολεμίων κυκλούμενος, καὶ τούτους βάλλει κἀκείνους, καὶ τὸ τρόπαιον ἵστησιν· οὕτως ὁ θεῖος Ἀπόστολος καὶ τῶν αἱρετικῶν τὸ στίφος, καὶ τῶν Ἰουδαίων τὴν φάλαγγα διὰ τῆς θείας κατέλυσε χάριτος. Τί γὰρ ποιεῖ; οὔτε ἄγαν ἐπαίρει τὸν νόμον διὰ τὴν Ἰουδαίων ἀναίδειαν, οὔτε πρόφασιν κατηγορίας παρέχει τοῖς δυσσεβέσιν αἱρετικοῖς. Ἀλλὰ δείκνυσι μὲν αὐτὸν τὸ δέον παιδεύσαντα, καὶ τὴν τῆς δικαιοσύνης διδασκαλίαν προσενεγκόντα· κατορθῶσαι δὲ ταύτην οὐ δυνηθέντα διὰ τὴν τῶν νομοθετηθέντων ἀσθένειαν. Εἶτα διδάσκει ὡς ἡ πίστις εἰς ἔργον ἤγαγε τὸν τοῦ νόμου σκοπόν. Ἅπερ γὰρ ἐκεῖνος κατορθῶσαι μὲν ἠθέλησεν, οὐκ ἴσχυσε δὲ, αὕτη διὰ τῆς τοῦ παναγίου Πνεύματος ἐξετέλεσε χάριτος. Διὰ τούτων δὲ πάντων μανθάνομεν, ὡς ἀεὶ τῶν ἀνθρώπων προμηθούμενος διετέλεσεν ὁ δημιουργήσας ἡμᾶς Θεός. Πρῶτον μὲν γὰρ ἐν τῇ φύσει τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων τέθεικε τὴν διάκρισιν. Εἶτα διὰ τῆς κτίσεως τοὺς βουληθέντας ἐποδήγησε πρὸς εὐσέβειαν. Εἰ γὰρ καὶ μὴ πάντες ἰδεῖν ἠθέλησαν τὴν ἀλήθειαν, ἀλλ' οὖν οἱ ταύτην ποθήσαντες ἀπήλαυσαν ὧν ἐπόθησαν. Πρὸς δὲ τούτοις κἀκεῖνο ἡμᾶς ἐκπαιδεύει, ὡς οὐκ ἐκ μεταμελείας ὁ τῶν ὅλων Θεὸς ἐπὶ ταύτην ἐλήλυθε τῆς σωτηρίας τὴν μέθοδον· ἀλλ' ἄνωθεν αὐτὴν διὰ τῶν θείων προηγόρευσε προφητῶν. Διδάσκει καὶ τῶν Ἰουδαίων ἀποβολῆς τὴν αἰτίαν, καὶ τοῖς ἐξ