Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.448
Not analysed yet
τος ὑποδεῖξαι, ἁρμόζειν δὲ αὐτῷ μᾶλλον τὰ τῆς καρτερίας ἐνόμισεν. λαʹ. «Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι.» Πάλιν τὸ, Θεὸς, διέλωμεν τοῦ Πατρός· ἡμῶν γὰρ Θεὸς, τοῦ δὲ Κυρίου Πατήρ. λβʹ, λγʹ. «Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν, πιᾶσαί με θέλων· καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους, καὶ οὕτως ἐξέφυγον τὰς χεῖρας αὐτοῦ. Τὸ τοῦ κινδύνου μέγεθος τῷ τρόπῳ τῆς φυγῆς παρεδήλωσε. ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. αʹ. «Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι, ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου.» Ἐμοὶ μὲν οὐ λυσιτελὴς ἡ τούτων διήγησις, ὑμῖν δὲ σύμφορος· τῆς ὑμετέρας τοίνυν προμηθούμενος ὠφελείας, ἀναγκάζομαι λέγειν ἅπερ ἐμαυτῷ συμφέρειν οὐκ οἴομαι. βʹ—εʹ. «Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον, εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν, ὅτι ἡρπάγη εἰς τὸν παράδεισον, καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι, εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου.» Πολλὰς μὲν ἀποκαλύψεις ἑώρακεν, ὡς καὶ αὐτὸς εἴρηκεν· Ἐλεύσομαι γὰρ, ἔφη, εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου· μίαν δὲ εἶπε βιασθεὶς, καὶ ταύτην ἑτέρῳ περιτέθεικε προσώπῳ. Οἶδα γὰρ, ἔφη, ἄνθρωπον, οὐκ ἐμαυτόν. Λέγει δὲ καὶ τὸν χρόνον, διδάσκων ὡς ἐκείνων χάριν ταῦτα εἰπεῖν ἠναγκάσθη. Τεττάρων γὰρ καὶ δέκα διεληλυθότων ἐτῶν, οὐκ ἐξεῖπεν ἅπερ ἰδεῖν ἠξιώθη. Τὸ δὲ, ἕως τρίτου οὐρανοῦ, τινὲς ἔφασαν τοῦ ἀπὸ γῆς εἰς οὐρανὸν διαστήματος τὸ τρίτον αὐτὸν εἰρηκέναι, τοσοῦτον μὲν ἀπαχθέντα, καὶ τῶν ἀῤῥήτων ῥημάτων ἀκηκοότα· ἅπερ οὐκ εἶπε μὴ ἐξεῖναι ἀνθρώπῳ ἀκοῦσαι, ἀλλὰ μὴ λαλῆσαι. Εἰ γὰρ μὴ ἐξῆν ἄνθρωπον ἀκοῦσαι, πῶς αὐτὸς ἤκουσεν; ἀλλ' ἤκουσε μὲν, ἐξειπεῖν δὲ αὐτὰ οὐκ ἐτόλμησε. Τινὲς δέ φασι τὰ ῥήματα πράγματα εἶναι· ἑωρακέναι γὰρ αὐτὸν τοῦ παραδείσου τὸ κάλλος, καὶ τὰς ἐν ἐκείνῳ τῶν ἁγίων χορείας, καὶ τὴν παναρμόνιον τῆς ὑμνῳδίας φωνήν. Ἀλλὰ καὶ τούτων τὴν ἀκρίβειαν αὐτὸς οἶδεν ὁ ταῦτα τεθεαμένος. Ἡμεῖς δὲ ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν. ϛʹ. «Ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ.» Ἐπειδὴ πολλάκις ἄφρονα ἑαυτὸν προσηγόρευσεν, ἵνα μή τις τούτου χάριν ὑπολάβῃ ψευδῆ τὰ λεγόμενα, ἀναγκαίως ἔδειξε τὴν τούτων ἀλήθειαν. Φείδομαι δὲ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει τι ἐξ ἐμοῦ.»