Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.449
Not analysed yet
Διὰ τοῦτο λέγειν πάντα δέδια, ἵνα μὴ μείζονα ἢ κατὰ ἄνθρωπον δόξαν περὶ ἐμοῦ τις δέξηται. Τοῦτο γὰρ καὶ ἐν Λυκαονίᾳ γεγένηται. Νομίσαντες γὰρ αὐτὸν Θεὸν, ταύρους ἐπειράθησαν θῦσαι, ἀλλὰ τὴν ἐσθῆτα διαῤῥήξας, ἣν εἶχε φύσιν ἐδίδαξε. ζʹ. «Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι.» Ἔδειξε πάλιν διὰ τούτων, ὡς πολλῶν ἀποκαλύψεων ἠξιώθη. Τούτου γὰρ δὴ χάριν, φησὶ, τῆς ἐμῆς ὁ Δεσπότης προμηθούμενος ὠφελείας, τοὺς παντοδαπούς μοι συνεκλήρωσε πειρασμοὺς, ταύτῃ τὸ φρόνημα χαλινῶν, καὶ οὐκ εἴκων ὑπέρογκόν τι λογίσασθαι. Ἄγγελον γὰρ Σατᾶν τὰς ὕβρεις, καὶ τὰς παροινίας, καὶ τὰς τῶν δήμων ἐπαναστάσεις ἐκάλεσε. Καὶ τοῦτο ἐν τοῖς ἑξῆς ἑρμηνεύει σαφέστερον. ηʹ, θʹ. «Καὶ ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵν' ἀποστῇ ἀπ' ἐμοῦ· καὶ εἴρηκέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.» Ἔδειξε τῆς φύσεως τὴν ἀσθένειαν· Ἱκέτευσα γὰρ, φησὶν, ἀπαλλαγῆναι τῶν πειρασμῶν. Ἔδειξε καὶ τὴν τοῦ Δεσπότου ψυχαγωγίαν. Τὴν γὰρ τῆς χάριτος φιλοτιμίαν ἀρκεῖν ἔφησεν εἰς παραψυχήν· τὴν δὲ τῶν κηρυττόντων ἀσθένειαν καὶ καρτερίαν σαφῶς δεικνύναι τοῦ κηρυττομένου τὴν δύναμιν. «Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.» Ἐδίδαξε τίνα προσηγόρευσεν ἄγγελον Σατᾶν. Ἵνα δὲ μή τις ὑπολάβῃ τὴν ἀσθένειαν πάθος εἶναι σωματικὸν, σαφέστερον τὰ περὶ ταύτης διέξεισι. ιʹ. «Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.» Καὶ οὐκ εἶπεν, ὑπομένω, ἀλλ', εὐδοκῶ, τουτέστι, χαίρω, εὐφραίνομαι, μετ' εὐθυμίας δέχομαι τὰ προσπίπτοντα· ἡ γὰρ δοκοῦσα ἀσθένεια τὴν ἀληθῆ μοι δύναμιν προξενεῖ. Οὕτω ταῦτα διεξελθὼν ἐπήγαγε· ιαʹ. «Γέγονα ἄφρων καυχώμενος.» Καὶ τούτου τὴν αἰτίαν διδάσκει. «Ὑμεῖς με ἠναγκάσατε.» Τουτέστι, ταῖς κατ' ἐμοῦ πεπιστευκότες διαβολαῖς· τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. «Ἐγὼ γὰρ ὤφειλον ὑφ' ὑμῶν συνίστασθαι.» Ὑμᾶς ἔδει με συνηγόρους ἔχειν καὶ τῆς πολιτείας μάρτυρας. «Οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπὲρ λίαν ἀποστόλων.» Πάλιν τὴν εὐφημίαν ἐκόλασε, καὶ πλείους πάντων ἀναδεξάμενος πόνους, οὐδὲ ἁπλῶς ἐξισῶσαι τοῖς ἀποστόλοις ἑαυτὸν ἠνέσχετο, ἀλλὰ μηδὲν ἀποδεῖν ἐκείνων ἔφη. Καὶ πάλιν εἰς τὸ οἰκεῖον ἐπανέρχεται φρόνημα.