Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.456
Not analysed yet
νου, τοῦ καταλόγου τῶν μαθητῶν γεγενημένους, λόγῳ τῷ θανάτῳ παρέπεμψε. Τὸν δὲ Ἐλύμαν τῶν ἀπίστων ὄντα, καὶ ἀντιλέγοντα, αὐτὸς ὁ μακάριος Παῦλος τῷ ζόφῳ παρέδωκε, τὴν ὀπτικὴν αἴσθησιν ἀποσβέσας. γʹ. «Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν;» Πεῖραν λαβεῖν, ὡς ἔοικε, βούλεσθε τοῦ ἐν ἐμοὶ φθεγγομένου Χριστοῦ, καίτοι σαφῶς αὐτοῦ μεμαθηκότες τὴν δύναμιν. δʹ. «Καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ.» Εἰ γὰρ καὶ τοῦ σταυροῦ τὸ πάθος ὑπέμεινε διὰ τὴν θνητὴν τοῦ σώματος φύσιν, ἀλλὰ ζῇ καὶ ζωή ἐστιν ὡς Θεὸς καὶ Θεοῦ Υἱός. Τούτῳ ἔοικε τό· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Εἰ δὲ ποτὲ μὲν ἡ τοῦ Μονογενοῦς θεότης λέγεται ἀναστῆσαι τὸ σῶμα, ποτὲ δὲ αὐτὸς ὁ Πατὴρ, οὐδεμίαν ἔχει τοῦτο διαφοράν. Τὰ γὰρ ὑπὸ τοῦ Υἱοῦ γινόμενα τῷ Πατρὶ πολλάκις προσαρμόζει ἡ θεία Γραφή. Οὕτω δημιουργὸς μὲν ἁπάντων ὁ Μονογενὴς, δημιουργὸς δὲ πάλιν καλεῖται καὶ ὁ τούτου Πατήρ. Ἀλλ' ἐπὶ τὰ ἐχόμενα τῆς ἑρμηνείας βαδίσωμεν. «Καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζησόμεθα σὺν αὐτῷ ἐκ δυνάμεως Θεοῦ εἰς ὑμᾶς.» Καὶ ἡμεῖς δὲ ὡσαύτως καὶ τῶν παθημάτων αὐτῷ κοινωνοῦμεν, δι' αὐτὸν γὰρ ὑπομένομεν ταῦτα, καὶ τῆς ζωῆς συμμεθέξομεν. Ἐγγυᾶται γὰρ τὴν ἀνάστασιν ἡ Θεοῦ δύναμις. εʹ. «Ἑαυτοὺς πειράζετε εἰ ἑστήκατε ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε.» Μὴ τὰ καθ' ἡμᾶς ἐξετάζετε, ἀλλὰ τὰ καθ' ὑμᾶς αὐτούς· καὶ σκοπεῖτε εἰ ἀληθῶς ἐπὶ τῆς πίστεως ἐρηρεισμένοι ἐστέ. «Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς, ὅτι Ἰησοῦς Χριστὸς ἐν ὑμῖν ἐστιν, εἰ μή τι ἀδόκιμοί ἐστε;» Προσήκει γὰρ ὑμᾶς εἰδέναι ὅτι αὐτὸν ἔνοικον ἔχετε τὸν Δεσπότην Χριστόν. Ὁ γὰρ ταύτην οὐκ ἔχων τὴν γνῶσιν, τῆς πίστεως ἔρημος. Τοῦτο γὰρ εἶπεν ἀδόκιμοι. Ἐπειδὴ γὰρ ἔφη πρὸ βραχέος, ἐν αὐτῷ τὸν Χριστὸν φθέγγεσθαι, ἐδίδαξεν αὐτοὺς ὅτι ἐν αὐτοῖς οἰκεῖ καὶ ἐμπεριπατεῖ, κατὰ τὴν προφητικὴν χρησμολογίαν. ϛʹ. «Ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.» Ἀπειλητικῶς τοῦτο τέθεικεν, ὡς μέλλων αὐτοῖς τῆς πνευματικῆς δυνάμεως παρέχειν ἀπόδειξιν· ἀλλὰ πάλιν τὴν οἰκείαν φιλοστοργίαν γυμνοῖ. ζʹ. «Εὔχομαι δὲ πρὸς τὸν Θεὸν, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν· οὐχ ἵνα (ἵνα μὴ) ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ' ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.» Ἀπευχόμεθα, φησὶ, πρόφασίν τινα παρ' ὑμῶν λαβεῖν, ὥστε δεῖξαι τῆς ἀποστολικῆς χάριτος τὴν ἐνέργειαν. Εὔχομαι δὲ μᾶλλον ὑμᾶς διαλάμπειν ἐν πᾶσι τοῖς καλοῖς, ἡμᾶς δὲ κρύπτειν τὴν ἐξουσίαν.