Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.453
Not analysed yet
Ἴσως, φησὶ, καὶ τὴν ἀπολογίαν τεκμήριον εὐτελείας νομίζετε. «Κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν.» Ἀλλ' ἡμεῖς ὑπὸ μάρτυρι τῷ Θεῷ ταῦτά φαμεν, ὑπὸ τῶν ἐντολῶν τοῦ Δεσπότου Χριστοῦ φωτιζόμενοι. Τὸ γὰρ, ἐν Χριστῷ, ἀντὶ τοῦ, κατὰ τοὺς τοῦ Χριστοῦ νόμους. Αὐτοῦ γάρ ἐστι νόμος· «Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ἔχει τι ὁ ἀδελφός σου κατὰ σοῦ, ἄφες τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ἄπελθε, πρῶτον καταλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.» Καὶ πάλιν· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν, τὸν ἐν τοῖς οὐρανοῖς.» Τοῦτο καὶ αὐτὸς ἐνταῦθά φησι· «Τὰ δὲ πάντα, ἀγαπητοὶ, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς.» Εἴτε γὰρ ταπεινούμεθα, εἴτε ὑψηλὰ φθεγγόμεθα, εἴτε κατηγοροῦμεν, εἴτε ἐπαινοῦμεν, τῆς ὑμετέρας ἕνεκεν ὠφελείας πάντα πραγματευόμεθα. κʹ. «Φοβοῦμαι γὰρ μή πως ἐλθὼν, οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε.» Λέγει δὲ καὶ τίνα ἀπεύχεται παρ' αὐτοῖς. «Μή πως ἔρεις, ζῆλοι, θυμοὶ, ἐριθεῖαι, καταλαλιαὶ, ψιθυρισμοὶ, φυσιώσεις, ἀκαταστασίαι.» Ταῦτα αὐτῶν καὶ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ κατηγόρησε. καʹ. «Μὴ πάλιν ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ, καὶ πορνείᾳ, καὶ ἀσελγείᾳ ᾖ ἔπραξαν.» Ταπείνωσιν ἑαυτοῦ τὴν ἐκείνων παρανομίαν ἐκάλεσε, βεβαιῶν ἅπερ ἤδη προείρηκε· «Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;» Θρηνεῖν δὲ ἔφη, οὐχ ἁπλῶς τοὺς ἡμαρτηκότας, ἀλλὰ τοὺς μετὰ τὴν ἁμαρτίαν τοῖς τῆς μετανοίας μὴ χρησαμένους φαρμάκοις. Κατηγορεῖ δὲ ἄντικρυς ἡ ἀποστολικὴ διδασκαλία τῆς Νουάτου ἀλαζονείας. ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ. α. «Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς· ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.» Ἀντὶ τῶν προσώπων τὰ πράγματα τέθεικε, τοὺς τῆς μετανοίας ὀλιγωροῦντας διαμαρτυρόμενός τε καὶ δειδιττόμενος. βʹ. «Προείρηκα καὶ προλέγω, ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν γράφω τοῖς προημαρτηκόσι καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι.» Τὴν ἀποστολικὴν ἐξουσίαν ἐγύμνωσε, παῦσαι τῷ δέει τῆς ἁμαρτίας τὴν ῥύμην πειρώμενος. Ῥᾴδιον γὰρ ἦν αὐτοῖς καὶ τοὺς οἰκείους παιδεύειν, καὶ τοὺς ἀλλοτρίους κολάζειν. Ὁ μὲν γὰρ θειότατος Πέτρος τὸν Ἀνανίαν καὶ τὴν ὁμόζυγα ἐκεί-