Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.461
Not analysed yet
ἀποστόλων ἔσχατον, καὶ τῶν ἁμαρτωλῶν πρῶτον, καὶ βλάσφημον ὀνομάζει, καὶ διώκτην, καὶ ὑβριστὴν, ἴσασιν οἱ τοῖς ἐκείνου γράμμασιν ἐντυγχάνοντες. Ἀλλ' ἐνταῦθα τὴν γεγενημένην βλάβην ἀποσκευαζόμενος, γυμνῶσαι τὰ καθ' ἑαυτὸν ἠναγκάσθη, καὶ τῶν διαφθείρειν τὸ Εὐαγγέλιον πειρωμένων τὴν ψευδολογίαν ἐλέγχων, καὶ τῶν ἐκείνοις ὑποταχθέντων θεραπεύων τὸ πάθος. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. αʹ. «Παῦλος ἀπόστολος οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπου.» Εὐθὺς τὸ προοίμιον τὴν γεγενημένην ἐλέγχει διαβολήν. Τῆς γὰρ ἀποστολικῆς ἔφη χάριτος ἠξιῶσθαι, οὐκ ἀνθρώπων αὐτῷ τοῦτο δεδωκότων τὸ δῶρον· οὐδεὶς γὰρ αὐτὸν τῶν θείων ἐζώγρησεν ἀποστόλων, ἀλλ' αὐτὸς ὁ Δεσπότης οὐρανόθεν ἐκάλεσεν, οὐκ ἀνθρώπῳ χρησάμενος ὑπουργῷ. Τοῦτο γὰρ ἔφη, οὐ δι' ἀνθρώπου. Εἶτα δείκνυσι τὸν καλέσαντα. «Ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ.» Καὶ ἵνα μή τις ὑπολάβῃ ὑπουργὸν εἶναι τοῦ Πατρὸς τὸν Υἱὸν, εὑρὼν προσκείμενον τὸ διὰ, ἐπήγαγε· «Καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν.» Ἐφ' ἑκατέρου γὰρ προσώπου τὸ, διὰ, τέθεικε, διδάσκων ὡς οὐδεμίαν φύσεως ἡ πρόθεσις αὕτη σημαίνει διαφοράν. Καὶ τὸ, ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, οὐ τῆς τοῦ Μονογενοῦς θεότητος αἰνίττεται τὴν ἀσθένειαν· οὐδὲ γὰρ περὶ τὴν θεότητα τὸ πάθος γεγένηται· ἀλλὰ τὴν τοῦ κηρύγματος δείκνυσι συμφωνίαν, ὅτι τῆς θείας ἐνανθρωπήσεως τὸ μυστήριον οὐ μόνος Υἱὸς ᾠκονόμησεν, ἀλλὰ καὶ αὐτὸς ὁ Πατὴρ κοινωνός ἐστι ταύτης τῆς προνοίας. Ἐπειδὴ γὰρ οἱ τῷ νόμῳ συνηγοροῦντες τὸν Θεὸν θεραπεύειν διὰ τῆς τοῦ νόμου φυλακῆς ὑπελάμβανον, δείκνυσιν ὁ θεῖος Ἀπόστολος οὐ μόνον τὸν Υἱὸν, ἀλλὰ καὶ τὸν Πατέρα, τῆς Καινῆς χορηγὸν Διαθήκης. βʹ. «Καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί.» Ἔδειξεν ὡς πολλοὺς ἔχει τοῦ κηρύγματος συνεργούς. «Ταῖς Ἐκκλησίαις τῆς Γαλατίας.» Οὐ γὰρ μιᾷ πόλει, ἀλλὰ παντὶ γράφει τῷ ἔθνει· πανταχοῦ γὰρ εἷρψεν ἡ νόσος. γʹ, δʹ. «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς, καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν.» Ἔδειξε τὴν κατὰ νόμον πολιτείαν τῶν ἁμαρτημάτων ἀπαλλάξαι μὴ δυνηθεῖσαν, ἀλλὰ τὸν Δεσπότην Χριστὸν, τὸν ὑπὲρ ἡμῶν καταδεξάμενον θάνατον, καὶ τῶν τῆς ἁμαρτίας ὀφλημάτων τὸ γένος ἐλευθερώσαντα. «Ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ.» Αἰῶνα πονηρὸν οὐ τὰ στοιχεῖα προσηγόρευσε κατὰ τὴν Μανιχαίων ἐμβροντησίαν, ἀλλὰ τὸν παρόντα βίον, τουτέστι τὴν πρόσκαιρον ταύτην τῶν ἀνθρώπων διαγωγὴν, ἐν ᾗ χώραν ἔχει τὸ πλημμελεῖν. Θνητὴν γὰρ ἔτι περικείμενοι φύσιν, οἱ μὲν τὰ μείζονα τῶν ἁμαρτημάτων τολμῶμεν, οἱ δὲ τὰ ἐλάττονα· εἰς δὲ τὴν ἀθάνατον ἐκείνην μεταστάντες ζωὴν, καὶ τῆς παρούσης ἀπαλλαγέντες φθορᾶς, καὶ τὴν ἀφθαρσίαν ἐνδυσάμενοι, κρείττους τοῦ ἁμαρτάνειν ἐσόμεθα. Ταύ-