Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.464
Not analysed yet
την δὲ τὴν ἐλπίδα δέδωκεν ἡμῖν ὁ Δεσπότης Χριστὸς, τὸν ὑπὲρ ἡμῶν καταδεξάμενος θάνατον, καὶ πρῶτος μὲν ἀναστὰς ἐκ τῶν νεκρῶν, πᾶσι δὲ ἡμῖν ὑποσχόμενος τὴν ἀνάστασιν. Ἐξείλετο δὲ ἡμᾶς τοῦ ἐνεστῶτος πονηροῦ, τουτέστι τῆς κατὰ τὸν παρόντα βίον διαγωγῆς, ἐν ᾗ χώραν ἔχει τὰ τῆς πονηρίας. Ὅτι δὲ αὕτη οὐ πᾶσιν ἐπιβλαβὴς ἡ ζωὴ, αὐτὸς ἐδίδαξεν ὁ Ἀπόστολος. Λέγει δὲ οὕτως· «Εἰ δὲ τὸ ζῇν ἐν σαρκὶ τοῦτό μοι καρπὸς ἔργου, καὶ τί αἱρήσομαι οὐ γινώσκω·» καὶ προτίθησι τοῦ σὺν Χριστῷ εἶναι τὸ ζῆσαι, διὰ τὸ ἐντεῦθεν φυόμενον κέρδος. Καὶ περὶ Ἐπαφροδίτου φησὶν, ὅτι «Ἠλέησεν αὐτὸν ὁ Θεὸς τὴν ζωὴν αὐτῷ χαρισάμενος.» Οὐ τοίνυν φύσει πονηρὸς ὁ παρὼν αἰὼν, ἀλλ' ἐν αὐτῷ παρά τινων πονηρία τολμᾶται. Ἔδειξε δὲ αὐτοῦ καὶ τὸ πρόσκαιρον· ἐνεστῶτα γὰρ προσηγόρευσεν. Ὁ μέντοι Δεσπότης Χριστὸς οὐ μόνον τὴν ἡμετέραν ᾠκονόμησε σωτηρίαν, ἀλλὰ τὸν Πατέρα συνευδοκοῦντα ἔχει. Τοῦτο γὰρ ἐπήγαγε· «Κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, (εʹ) ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.» Πανταχοῦ συντάττει τῷ Χριστῷ τὸν Πατέρα, διδάσκων ὡς καὶ αὐτῷ συνδοκεῖ, μὴ νομικῶς ἡμᾶς, ἀλλ' εὐαγγελικῶς πολιτεύεσθαι. Τὴν μὲν οὖν πρόῤῥησιν ἐνταῦθα πεπλήρωκε, καινοπρεπῶς αὐτὴν ποιησάμενος, καὶ τὸν τοῦ κηρύγματος ἐν κεφαλαίῳ διδάξας σκοπόν. Ἄρχεται δὲ τῶν ἐγκλημάτων οὕτως· ϛʹ, ζʹ. «Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Θεοῦ εἰς ἕτερον Εὐαγγέλιον. Ὃ οὐκ ἔστιν ἄλλο· εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς, καὶ θέλοντες μεταστρέψαι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ.» Πολλῆς σοφίας τὴν κατηγορίαν ἐπλήρωσεν. Ἔδειξε γὰρ τοῦ νόμου τὴν φυλακὴν ἄρνησιν τοῦ νομοθέτου. Οὐ γὰρ εἶπε, Μετατίθεσθε ἀπὸ τῆσδε διδασκαλίας εἰς τήνδε, ἀλλ', ἀπὸ τοῦ καλέσαντος ὑμᾶς. Τίς δὲ ὁ καλέσας, τὰ ἑξῆς διδάσκει, ἐν χάριτι Θεοῦ. Αὐτὸς ὑμᾶς, φησὶν, ὁ Πατὴρ ὁ τὸν νόμον δεδωκὼς, εἰς τόδε τὸ Εὐαγγέλιον κέκληκε. Τοῦτο τοίνυν καταλιπόντες, καὶ εἰς τὸν νόμον πάλιν δρομήσαντες, αὐτοῦ τοῦ κεκληκότος ἀπέστητε. Καὶ τοῦτο δὴ καταλιπόντες τὸ Εὐαγγέλιον, ἕτερον οὐχ εὑρήσετε. Οὐδὲ γὰρ ἄλλα μὲν δι' ἡμῶν, ἄλλα δὲ διὰ τῶν ἄλλων ἀποστόλων ὁ Δεσπότης κηρύσσει· ἀλλὰ τὸ αὐτὸ κηρύττομεν ἅπαντες, ὅσοι τῆς ἀληθείας ὑπάρχομεν ἐρασταί. Οἱ δὲ τἀναντία φρονοῦντες, οὐδὲν ὑμῖν θεῖον προσφέρουσιν, ἀλλὰ τὰ θεῖα παραφθείρειν ἐπιχειροῦσιν. Εἶτα θερμανθεὶς ἐκ τῆς μνήμης τῶν ἐναντίων, καὶ τῷ δικαίῳ ζέσας θυμῷ, ἀλλότριον τῆς εὐσεβείας καλεῖ τὸν ἕτερα κηρύττειν πειρώμενον, καὶ βοᾷ· ηʹ. «Ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα, ἀνάθεμα ἔστω.» Ἐπειδὴ ἐκεῖνοι τοὺς θείους ἔλεγον ἀποστόλους τὸν νόμον φυλάττειν, ἐκείνους μὲν καταλέλοιπεν ὁ θεῖος Ἀπόστολος, ἵνα μὴ δόξῃ φθόνῳ τινὶ καὶ δυσμε-