Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.468
Not analysed yet
ἀνασπάσαι τὰ ταύτης θεμέλια, καὶ τῶν ἡλικιωτῶν θερμότερον κατὰ τῶν τῆς ἀληθείας ἐκινούμην κηρύκων, καὶ ταῦτα ἐποίουν τῷ νόμῳ συνηγορῶν, καὶ τούτῳ συνηγοροῦντι ἀντίπαλον τοῦ Εὐαγγελίου τὸ κήρυγμα ἦν. ιεʹ, ιϛʹ. «Ὅτε δὲ ηὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ, ἀποκαλύψαι τὸν Υἱὸν αὑτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν.» Πάλιν ἐνταῦθα συνῆψε τῷ Υἱῷ τὸν Πατέρα, καὶ αὐτὸν ἔφη καὶ πρὸ αἰώνων προεγνωκέναι τὰ κατ' αὐτὸν, καὶ μετὰ ταῦτα κεκληκέναι καθ' ὃν καιρὸν ἐδοκίμασε. Ταύτης δέ μοι τῆς χάριτος μεταδέδωκεν, οὐχ ἵνα τὸν νόμον κηρύττω, ἀλλ' ἵνα τὸν Υἱὸν ἀποκαλύψω τοῖς ἔθνεσιν. «Εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, (ιζʹ) οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους.» Ταῦτα πάντα πρὸς τὰς ἐκείνων λέγει διαβολάς· ἐκεῖνοι γὰρ αὐτὸν ἔλεγον τῆς τῶν ἀποστόλων ἠξιῶσθαι διδασκαλίας, παραβαίνειν δὲ τὰ συγκείμενα. Ἀναγκάζεται τοίνυν τὰ καθ' ἑαυτὸν διηγήσασθαι, ὅπερ οὐδὲ ἐν μιᾷ δέδρακεν Ἐπιστολῇ. Λέγει δὲ, ὅτι Τῆς κλήσεως ἐκείνης ἀξιωθεὶς, οὐκ εἰς τὰ Ἱεροσόλυμα παραυτίκα ἀνέδραμον, ἀλλ' ἠρκέσθην τῇ παρὰ τοῦ Θεοῦ δοθείσῃ μοι χάριτι. Καὶ γὰρ λίαν ἄτοπον ἦν, τὸν παρὰ τοῦ Θεοῦ τὴν διδασκαλίαν δεξάμενον, ἀνθρώποις περὶ ταύτης ἀνακοινοῦσθαι. «Ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.» Εὐθὺς τοῦ κηρύγματος ἡψάμην, τοῖς μηδέπω τῆς θεογνωσίας ἠξιωμένοις προσφέρων τὸ Εὐαγγέλιον. ιηʹ. «Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον.» Καὶ τοῦτο πάλιν δείκνυσιν αὐτοῦ τὴν ἀρετὴν τῆς ψυχῆς. Καὶ γὰρ μὴ δεόμενος ἀνθρωπίνης διδασκαλίας, ἅτε δὴ ταύτην παρὰ τοῦ Θεοῦ τῶν ὅλων δεξάμενος, τὴν πρέπουσαν ἀπονέμει τῷ κορυφαίῳ τιμήν. Τούτου γὰρ χάριν πρὸς αὐτὸν ἀπεληλύθει, οὐχ ἵνα τι παρ' αὐτοῦ μάθῃ, ἀλλ' ἵνα μόνον θεάσηται. Δείκνυσι δὲ καὶ τὸ φίλτρον. «Καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε. (ιθʹ) Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.» Ἀδελφὸς τοῦ Κυρίου ἐκαλεῖτο μὲν, οὐκ ἦν δὲ φύσει. Οὔτε μὴν, ὥς τινες ὑπειλήφασι, τοῦ Ἰωσὴφ υἱὸς ἐτύγχανεν ὢν, ἐκ προτέρων γάμων γενόμενος, ἀλλὰ τοῦ Κλωπᾶ μὲν ἦν υἱὸς, τοῦ δὲ Κυρίου ἀνεψιός· μητέρα γὰρ εἶχε τὴν ἀδελφὴν τῆς τοῦ Κυρίου μητέρος. κʹ—κδʹ. «Ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ, ὅτι οὐ ψεύδομαι. Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας, καὶ τῆς Κιλικίας. Ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς Ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ· μόνον δὲ ἀκούοντες ἦσαν, ὅτι Ὁ διώκων ἡμᾶς ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει.