Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.469
Not analysed yet
Καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν Θεόν.» Μανθάνοντες γὰρ τὴν ἀθρόαν μεταβολὴν, καὶ ὅτι ὁ λύκος τὰ ποιμένων ἐργάζεται, τῆς εἰς τὸν Θεὸν ὑμνῳδίας τὰ κατ' ἐμὲ πρόφασιν ἐλάμβανον. ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ, βʹ. «Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα, συμπαραλαβὼν καὶ Τίτον. Ἀνέβην δὲ κατὰ ἀποκάλυψιν.» Ἀμφότεροι χρόνον συχνὸν ἐν Ἀντιοχείᾳ διέτριψαν, καὶ πλείστους ἐξ ἐθνῶν ἐσαγήνευσαν, κατὰ τὸν νόμον τῆς χάριτος βιοῦν παρεγγυῶντες. Ἀφικόμενοι δέ τινες ἐκ τῆς Ἰουδαίας τοῦ νόμου συνήγοροι, πείθειν ἐπειρῶντο τοὺς ἐξ ἐθνῶν τὴν κατὰ νόμον πολιτείαν ἀσπάζεσθαι· ἀλλ' οἱ μεγάλοι κήρυκες τῆς ἀληθείας Βαρνάβας καὶ Παῦλος τὴν παρ' ἐκείνων προσφερομένην διδασκαλίαν ἀπώσαντο. Πεῖσαι δὲ τὸν σύλλογον τῶν πιστῶν ἐθελήσαντες, ὅτι καὶ τοῖς μεγάλοις ἀποστόλοις τοῦτο δοκεῖ, ἔδραμον μὲν εἰς τὴν Ἰουδαίαν, ἐδίδαξαν δὲ τοὺς ἀποστόλους τὰ παρ' ἐκείνων γεγενημένα, καὶ ἐκόμισαν γράμματα διαῤῥήδην παρεγγυῶντα, μὴ ἐπιθεῖναι τοῖς ἔθνεσι τὸν τοῦ νόμου ζυγὸν, ἀλλ' ἀπέχεσθαι εἰδωλοθύτου, καὶ πορνείας, καὶ πνικτοῦ, καὶ αἵματος. Ταῦτα ἡγοῦμαι διηγεῖσθαι τὸν θεῖον Ἀπόστολον. «Καὶ ἀνεθέμην αὐτοῖς τὸ Εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσι, κατ' ἰδίαν δὲ τοῖς δοκοῦσι, μήπως εἰς κενὸν τρέχω, ἢ ἔδραμον.» Τοῖς δοκοῦσιν εἶπεν, ἀντὶ τοῦ, τοῖς ἐπισήμοις. Ἰδίᾳ δὲ αὐτοῖς ἀνέθετο, ἐπειδήπερ ἦσαν πολλοὶ τὸν ὑπὲρ τοῦ νόμου ζῆλον ἔχοντες, ὡς ὁ μακάριος εἶπεν Ἰάκωβος. Τὸ δὲ, μήπως εἰς κενὸν τρέχω ἢ ἔδραμον, οὐ περὶ ἑαυτοῦ τέθεικεν, ἀλλὰ περὶ τῶν ἄλλων· τουτέστιν, ἵνα μάθωσιν ἅπαντες τὴν τοῦ κηρύγματος συμφωνίαν, καὶ ὅτι καὶ τοῖς ἄλλοις ἀρέσκει τὰ ὑπ' ἐμοῦ κηρυττόμενα. γʹ. «Ἀλλ' οὐδὲ Τίτος ὁ σὺν ἐμοὶ, Ἕλλην ὢν, ἠναγκάσθη περιτμηθῆναι.» Ἀπόδειξις αὕτη μεγίστη τοῦ μηδὲ τοῖς ἀποστόλοις δοκεῖν τοὺς ἐξ ἐθνῶν φυλάττειν τὸν νόμον. Τὸν γὰρ Τίτον, ἀπερίτμητον ὄντα, καὶ ἐξ Ἑλλήνων κληθέντα, ἥκιστα περιτμηθῆναι προσέταξαν, καίτοι πλείστων τἀναντία προαιρουμένων. Τοῦτο γάρ φησι· δʹ. «Διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν, ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς καταδουλώσωνται.» Ὁ δὲ σύνδεσμος πρὸς τὴν τοῦ λόγου συνθήκην περιττός. Ἔστι γὰρ ἡ διάνοια τῶν ῥητῶν αὕτη· Οὐδὲ Τίτος, καίτοι Ἕλλην ὢν, ἠναγκάσθη περιτμηθῆναι διὰ τοὺς παρεισάκτους ψευδαδέλφους, καὶ τὰ ἑξῆς. Ἐλευθερίαν δὲ καλεῖ τὴν ἔξω τοῦ νόμου διαγωγήν. εʹ. «Οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ Εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.» Οὐδὲ γὰρ πρὸς βραχὺ ἠνεσχόμεθα τῆς ἐκείνων φιλονείκου γνώμης, ἀλλὰ πάντων τοῦ Εὐαγγελίου προτετιμήκαμεν τὴν ἀλήθειαν. Ταῦτα μὲν οὖν περὶ τῶν διαθέσει τῷ νόμῳ δουλευόντων εἴρηκεν. Ἐπειδὴ δὲ εἰκὸς ἦν καὶ Γαλάτας εἰπεῖν, ὅτι καὶ αὐτοὶ τῶν ἀπο-