Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.481
Not analysed yet
τὴν ἐπαγγελίαν δωρησάμενος εὐλογίαν τοῖς ἔθνεσιν. «Ἐν τῷ σπέρματί σου γὰρ, ἔφη, ἐνευλογηθήσεται πάντα τὰ ἔθνη τῆς γῆς.» Δι' οὐδενὸς δὲ ἄλλου τῆσδε τῆς εὐλογίας τὰ ἔθνη μετέλαχεν. Οὗ χάριν ὁ θεῖος Ἀπόστολος δείκνυσι τὴν ἐπαγγελίαν ἰσχυροτέραν τοῦ νόμου, καί φησιν· ιηʹ. «Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκ ἔτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δι' ἐπαγγελίας κεχάρισται ὁ Θεός.» Ὁ γὰρ νόμος τὴν ἀρὰν τοῖς ὑποκειμένοις ἐπήγαγε τῇ ἀπειλῇ δεδιττόμενος, καὶ πρὸς τὸ δέον ποδηγῆσαι τοὺς ὑποκειμένους βουλόμενος. Ἡ δὲ ἐπαγγελία τὴν εὐλογίαν προσφέρει τοῖς ἔθνεσιν. Εἶτα λύει τὸ ὑφορμοῦν. Ὑφορμεῖ δὲ τοῦτο, ὅτι περιττῶς ὁ νόμος ἐδόθη, τῆς ἐπαγγελίας τὴν εὐλογίαν ἐχούσης. Διδάσκει τοίνυν τῆς νομοθεσίας τὴν χρείαν. ιθʹ. «Τί οὖν ὁ νόμος;» Καθ' ὑπόκρισιν ἀναγνωστέον. Τοῦτο, φησὶ, θέλεις μαθεῖν, τίνος χάριν ὁ νόμος ἐτέθη; ἐγώ σε διδάσκω. «Τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα, ᾧ ἐπήγγελται, διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου.» Εἰς ἐπιμέλειαν ἐτέθη τοῦ γένους, ἐξ οὗ τὸ σπέρμα ἔμελλεν ἐκεῖνο κατὰ σάρκα βλαστάνειν. Ἐτέθη δὲ ἀγγέλων ὑπουργούντων, καὶ τῇ τούτου θέσει Μωϋσέως διακονοῦντος. Αὐτὸν γὰρ μεσίτην ἐκάλεσε. Τῶν δὲ ἀγγέλων ἐμνημόνευσε κἀν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ· ἔφη δὲ οὕτως· «Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος.» Καὶ γὰρ τὸν Μιχαὴλ αὐτοῖς ἐπέστησεν ὁ τῶν ὅλων Θεὸς, καὶ τοῦτο ἡμᾶς ὁ μακάριος ἐδίδαξε Δανιήλ. Καὶ τῷ μεγάλῳ δὲ Μωσῇ ὑπέσχετο συμπέμψειν τὸν ἄγγελον τῷ λαῷ. κʹ. «Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν.» Ἐμεσίτευσε γὰρ τῷ λαῷ καὶ τῷ Θεῷ. «Ὁ δὲ Θεὸς εἷς ἐστιν.» Ὁ καὶ τὴν ἐπαγγελίαν τῷ Ἀβραὰμ δεδωκὼς, καὶ τὸν νόμον τεθεικὼς, καὶ νῦν τῆς ἐπαγγελίας ἡμῖν ἐπιδείξας τὸ πέρας. Οὐ γὰρ ἄλλος μὲν ἐκεῖνα Θεὸς ᾠκονόμησεν, ἄλλος δὲ ταῦτα. καʹ. «Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; Μὴ γένοιτο. Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ὄντως ἂν ἐκ νόμου ἦν ἡ δικαιοσύνη.» Τοῦτο καὶ διὰ τοῦ Ἰεζεκιὴλ εἶπεν ὁ τῶν ὅλων Θεός· «Καὶ ἔδωκα αὐτοῖς προστάγματα οὐ καλὰ, καὶ δικαιώματα ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς.» Ταῦτα λέγων ἃ ἐκ περιουσίας εἶχεν ὁ νόμος, ἅπερ ἡ φύσις οὐ διηγόρευσε, τὰ περὶ θυσιῶν, καὶ λεπρῶν, καὶ γονοῤῥυῶν, καὶ τὰ τούτοις παραπλήσια. Ὅτι γὰρ τὰ ἀναγκαῖα τοῦ νόμου ζωοποιὰ, πάλιν δι' αὐτοῦ τοῦ προφήτου εἴρηκεν· «Καὶ ἔδωκα αὐτοῖς προστάγματα καὶ δικαιώματα, ἃ ποιήσει ἄνθρωπος, καὶ ζήσεται ἐν αὐτοῖς.» Ἐπειδὴ δὲ ταῦτα, φησὶ, παρέβησαν, «Ἔδωκα αὐτοῖς προστάγματα οὐ καλὰ, καὶ δικαιώματα, ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς.» Καὶ οὐδὲ ταῦτα εἶπε