Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.484
Not analysed yet
κακὰ, ἀλλ' οὐ καλὰ, τελείοις ἀνάρμοστα παντελῶς. Οὕτω τὸ γάλα τῆς θηλῆς τοῖς μὲν τελείοις ἐστὶν ἀηδὲς, τοῖς βρέφεσιν ἐπιτήδειον. Τοῦτο καὶ ἐνταῦθα ἔφη ὁ θεῖος Ἀπόστολος· Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ὄντως ἂν ἐκ νόμου ἦν ἡ δικαιοσύνη. Τὰ γὰρ περιττὰ τοῦ νόμου θαυμάζειν μὲν εἰς τὸν θεῖον νεὼν παρεσκεύαζεν. κβʹ. «Ἀλλὰ συνέκλεισεν ἡ Γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσι.» Διήλεγξε γὰρ ἡ θεία Γραφὴ καὶ τοὺς πρὸ νόμου, καὶ τοὺς ἐν νόμῳ, τοὺς μὲν τὸν τῆς φύσεως, τοὺς δὲ τὸν Μωσαϊκὸν παραβεβηκότας νόμον. Ἀλεξιφάρμακον δὲ καὶ τούτοις κἀκείνοις τὴν ἐπηγγελμένην διὰ τῆς πίστεως προσενήνοχε σωτηρίαν. Πάλιν γὰρ τὸ, συνέκλεισεν, ἀντὶ τοῦ ἤλεγξε, τέθεικε. κγʹ. «Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι.» Ἔδει γὰρ οἷόν τινι τειχίῳ τὸ Ἰσραηλιτικὸν φυλάττεσθαι γένος, ἕως ἂν ἡ τῶν ἐθνῶν προσδοκία βλαστήσῃ. κδʹ. «Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν.» Ἀναγκαίως τοίνυν καὶ ὁ νόμος ἐδόθη. Παιδαγωγοῦ γὰρ ἡμῖν ἐπλήρωσε χρείαν· καὶ τῆς μὲν προτέρας ἡμᾶς ἠλευθέρωσεν ἀσεβείας, θεογνωσίαν δὲ παιδεύσας, οἷόν τινι σοφῷ διδασκάλῳ προσφέρει τῷ Δεσπότῃ Χριστῷ, ἵνα τέλεια παρ' αὐτοῦ παιδευθῶμεν μαθήματα, καὶ τὴν διὰ τῆς πίστεως δικαιοσύνην κτησώμεθα. κεʹ. «Ἐλθούσης δὲ τῆς πίστεως, οὐκ ἔτι ὑπὸ παιδαγωγόν ἐσμεν.» Οἱ γὰρ ἐν ἕξει, τῆς παιδαγωγικῆς ἐπιμελείας οὐ δέονται. κϛʹ. «Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ.» Ἔδειξε τῶν πεπιστευκότων τὸ τέλειον. Τί γὰρ τελειότερον τῶν υἱῶν χρηματιζόντων Θεοῦ; Ὑποδείκνυσι δὲ καὶ τὸν τῆς γεννήσεως τρόπον. κζʹ. «Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.» Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Πάντες υἱοὶ Θεοῦ ἐστε, διδάσκει καὶ πῶς ἔτυχον τούτου, καί φησιν· Ἐνεδύσασθε τὸν Χριστὸν τὸν ἀληθῶς Υἱὸν τοῦ Θεοῦ· ἐκεῖνον δὲ ἐνδεδυμένοι, εἰκότως υἱοὶ Θεοῦ χρηματίζετε. κηʹ. «Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ. Πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ.» Τὸ εἷς, ἀντὶ τοῦ, ἓν σῶμα. αὐτὸς γὰρ ἡμῶν ἐστι κεφαλή. Οὗ δὴ χάριν οὐδὲ διαφορὰν εἰδέναι προσήκει οἰκέτου καὶ δεσπότου, ἄῤῥενός τε καὶ θήλεως, Ἰουδαίου καὶ Ἕλληνος. κθʹ. «Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ, καὶ κατ' ἐπαγγελίαν κληρονόμοι.»