Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.49
Not analysed yet
χείᾳ προφητῶν λειτουργούντων τῷ Κυρίῳ, καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· «Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον, εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.» Δήλη τοίνυν καὶ ἐντεῦθεν ἡ τῆς Τριάδος ἰσότης. Καὶ τὸ Εὐαγγέλιον δὲ, τοῦ Θεοῦ μὲν ἐνταῦθα προσηγόρευσε· μετὰ βραχέα δέ φησι τοῦ Υἱοῦ τοῦτο εἶναι. Λέγει δὲ οὕτω· Μάρτυς γάρ μοι ἐστὶν ὁ Θεὸς, ᾧ λατρεύω ἐν τῷ Πνεύματί μου, ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ. Ταῦτα δὲ οὐκ εἰκῆ καὶ μάτην ἐπεσημηνάμην, ἀλλὰ δεικνὺς ὡς ἀδιαφόρως τὰ αὐτὰ, ποτὲ μὲν ἐπὶ τοῦ Πατρὸς, ποτὲ δὲ ἐπὶ τοῦ Υἱοῦ τιθέασιν οἱ τῆς ἀληθείας διδάσκαλοι. Εὐαγγέλιον δὲ τὸ κήρυγμα προσηγόρευσεν, ὡς πολλῶν ἀγαθῶν ὑπισχνούμενον χορηγίαν. Εὐαγγελίζεται γὰρ τὰς τοῦ Θεοῦ καταλλαγὰς, τὴν τοῦ διαβόλου κατάλυσιν, τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, τοῦ θανάτου τὴν παῦλαν, τῶν νεκρῶν τὴν ἀνάστασιν, τὴν ζωὴν τὴν αἰώνιον, τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δὲ θεῖος Ἀπόστολος εἰρηκὼς ὡς ἀφωρίσθη εἰς Εὐαγγέλιον Θεοῦ, εὐθὺς αὐτοῦ πρὸ πάντων τὴν ἀρχαιότητα δείκνυσιν, ἵνα μή τις τῶν ἀνοήτων ὡς νεώτερον ἀποκρίνας ἐκβάλλῃ, καί φησιν· βʹ. Ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὑτοῦ ἐν Γραφαῖς ἁγίαις. Πλήρης γὰρ ἡ Παλαιὰ Διαθήκη τῶν περὶ τοῦ Κυρίου προῤῥήσεων. Τὸ δὲ ἁγίαις οὐχ ἁπλῶς τέθεικεν. Ἀλλὰ πρῶτον μὲν διδάσκων ὡς καὶ τὴν Παλαιὰν θείαν οἶδε Γραφήν· εἶτα πᾶσαν ἀποκρίνων τὴν ἀλλοτρίαν. Μόνη γὰρ ἡ θεόπνευστος Γραφὴ τὸ ὠφέλιμον ἔχει. Λέγει δὲ καὶ τῆς ἐπαγγελίας τὸ εἶδος. γʹ. Περὶ τοῦ Υἱοῦ αὑτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα. Διὰ πάντων, φησὶ, τῶν προφητῶν τὰ περὶ τοῦ Υἱοῦ προεθέσπισεν· ὃς ἐξ αὐτοῦ φύσει πρὸ τῶν αἰώνων γεγεννημένος, καὶ τοῦ Δαβὶδ υἱὸς ἐχρημάτισεν, ὡς ἐκ σπέρματος Δαβὶδ τὴν ἀνθρωπείαν φύσιν ἀναλαβών. Τοῦ μέντοι Δαβὶδ μνημονεύσας, ἄγαν ἀναγκαίως τὸ κατὰ σάρκα προστέθεικεν· ἵνα μὴ φύσει μὲν τοῦ Δαβὶδ υἱὸς νομισθῇ, κατὰ χάριν δὲ τοῦ Θεοῦ. Ἡ γὰρ τοῦ κατὰ σάρκα προσθήκη, αἰνίττεται ὡς τοῦ Θεοῦ καὶ Πατρὸς υἱός ἐστιν ἀληθῶς κατὰ τὴν θεότητα. Οὐδὲ γὰρ ἐπὶ τῶν τοῦτο μόνον ὄντων ὅπερ ὁρῶνται, ἔστιν εὑρεῖν τὸ κατὰ σάρκα προσκείμενον. Καὶ μάρτυς ὁ μακάριος Ματθαῖος ὁ εὐαγγελιστής. Εἰρηκὼς γάρ· «Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαὰκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακὼβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν,» καὶ πᾶσαν ἐφεξῆς τὴν γενεαλογίαν διεξελθὼν, οὐδαμοῦ τὸ κατὰ σάρκα προστέθεικεν. Οὐχ ἥρμοττε γὰρ αὐτοῖς ἀνθρώποις οὖσιν ἡ τοιαύτη προσθήκη. Ἐνταῦθα δὲ, ἐπειδὴ οὐκ ἄνθρωπος μόνον ἐστὶν, ἀλλὰ καὶ Θεὸς προαιώνιος ὁ ἐνανθρωπήσας Θεὸς Λόγος, τοῦ σπέρματος τοῦ Δαβὶδ μνημονεύσας ὁ θεῖος Ἀπόστολος, ἀναγκαίως τὸ κατὰ σάρκα προστέθεικε, σαφῶς ἡμᾶς διδάξας, πῶς μὲν Υἱός ἐστι τοῦ Θεοῦ, πῶς δὲ τοῦ Δαβὶδ ἐχρημάτισε.