Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.52
Not analysed yet
δʹ. Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει, κατὰ Πνεῦμα ἁγιωσύνης, ἐξ ἀναστάσεως νεκρῶν Ἰησοῦ Χριστοῦ Κυρίου ἡμῶν. Πρὸ μὲν τοῦ σταυροῦ καὶ τοῦ πάθους, ὁ Δεσπότης Χριστὸς οὐ μόνον τοῖς ἄλλοις Ἰουδαίοις, ἀλλὰ καὶ αὐτοῖς τοῖς ἀποστόλοις οὐκ ἐδόκει εἶναι Θεός. Προσέπταιον γὰρ τοῖς ἀνθρωπίνοις, ἐσθίοντά τε καὶ πίνοντα, καὶ καθεύδοντα, καὶ κοπιῶντα θεώμενοι, καὶ οὐδὲ τὰ θαύματα αὐτοὺς πρὸς ταύτην ἐποδήγει τὴν δόξαν. Αὐτίκα τοίνυν τὸ κατὰ τὴν θάλατταν θεασάμενοι θαῦμα ἔλεγον· «Ποταπός ἐστιν οὗτος ὁ ἄνθρωπος, ὅτι καὶ ἡ θάλασσα καὶ οἱ ἄνεμοι ὑπακούουσιν αὐτῷ;» Διά τοι τοῦτο καὶ ὁ Κύριος ἔλεγε πρὸς αὐτούς· «Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ἐκεῖνος ὑμᾶς ὀδηγήσει εἰς πᾶσαν τὴν ἀλήθειαν.» Καὶ πάλιν· «Μείνατε αὐτοῦ ἐν τῇ πόλει ταύτῃ, ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους, ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς.» Πρὸ μὲν οὖν τοῦ πάθους τοιαύτας εἶχον δόξας περὶ αὐτοῦ. Μετὰ δὲ τὴν ἀνάστασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν, καὶ τοῦ παναγίου Πνεύματος ἐπιφοίτησιν, καὶ τὰς παντοδαπὰς θαυματουργίας ἃς ἐπετέλουν, καλοῦντες αὐτοῦ τὸ σεβάσμιον ὄνομα, ἔγνωσαν ἅπαντες οἱ πιστεύοντες, ὅτι καὶ Θεός ἐστι, καὶ τοῦ Θεοῦ μονογενὴς Υἱός. Τοῦτο τοίνυν κἀνταῦθα ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος, ὅτι κατὰ σάρκα τοῦ Δαβὶδ χρηματίσας Υἱὸς, ὡρίσθη καὶ ἀπεδείχθη τοῦ Θεοῦ Υἱὸς, διὰ τῆς ὑπὸ τοῦ παναγίου Πνεύματος ἐνεργουμένης δυνάμεως μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. εʹ. Δι' οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως, ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ. Αὐτὸς γὰρ ἡμᾶς προὐβάλετο κήρυκας, τῶν ἐθνῶν ἁπάντων ἐγχειρίσας τὴν σωτηρίαν, καὶ ἀναλογοῦσαν τῷ κηρύγματι δωρησάμενος χάριν, ὥστε ἡμῖν, καὶ ὑπακούειν, καὶ πιστεύειν τῷ λόγῳ, τοὺς δεχομένους τὸ κήρυγμα. ϛʹ. Ἐν οἷς ἐστε καὶ ὑμεῖς, κλητοὶ Ἰησοῦ Χριστοῦ. Ἐκ τούτων ἐστὲ καὶ ὑμεῖς τῶν ἐθνῶν, ὧν τὴν γεωργίαν ἐνεχειρίσθην. Μὴ γὰρ δὴ νομίσητε τὰ ἀλλότρια σφετερίζεσθαι, καὶ τὰς ἄλλοις ἀπονεμηθείσας ἁρπάζειν ἀρούρας. Πάντων γάρ με τῶν ἐθνῶν ὁ Δεσπότης κεχειροτόνηκε κήρυκα. ζʹ. Πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς Θεοῦ, κλητοῖς ἁγίοις. Καὶ ταῖς θείαις αὐτοὺς προσηγορίαις τετίμηκε, καὶ τὴν ἀλαζονείαν κατέστειλε. Πρῶτον μὲν γὰρ αὐτοὺς, οὐχ ὡς κρατοῦντας τῆς οἰκουμένης ἀπέκρινε τῶν ἄλλων ἐθνῶν, ἀλλὰ τοῖς ἄλλοις ἀνέμιξεν· ἔπειτα δὲ πᾶσιν ὁμοῦ γράφει, καὶ οἰκέτας ἀναμιγνὺς, καὶ προσαίτας, καὶ ἀποχειροβιώτους, καὶ τοὺς πλούτῳ κομῶντας, καὶ τοὺς δυναστείαν περικειμένους. Ὅτι γὰρ καὶ ἐκ τούτων ἦσαν πεπιστευκότες τινὲς, ἐν τῇ πρὸς Φιλιππησίους διδάσκει. «Ἀσπάζονται γὰρ, φησὶν, ὑμᾶς οἱ ἐκ τῆς