Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.496
Not analysed yet
ὅστις ἂν ᾖ.» Πάλιν ἀρίστως τέθεικεν τὸ, ὅστις ἂν ᾖ, ἵνα κἂν μεγάλας περὶ αὐτῶν ἔχωσι δόξας, μάθωσιν ὡς δίκας ὀφείλουσι τῷ Θεῷ. Ἐπειδὴ δὲ οἱ πονηροὶ οὗτοι τοῦ νόμου συνήγοροι καὶ αὐτὸν ἔλεγον τὸν Ἀπόστολον διαφυλάττειν τὸν νόμον, καὶ μὴ πανταχοῦ αὐτὰ κηρύττειν, ἀναγκαίως καὶ περὶ τούτου τὴν ἀπολογίαν ποιεῖται. ιαʹ. «Ἐγὼ δὲ, ἀδελφοὶ, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.» Τί δήποτε γάρ με Ἰουδαῖοι μισοῦσι, καὶ προφανῶς μοι πολεμοῦσιν, εἰ περιτομὴν κηρύττω, καὶ τὸν νόμον φυλάττειν παρεγγυῶ; Εἰ γὰρ τοῦτο ποιῶ, περιττὸν τοῦ σταυροῦ τὸ κήρυγμα. Ἀνῄρηται δὲ καὶ τῶν Ἰουδαίων τὸ σκάνδαλον. Τοῦτο καὶ πρὸς Κορινθίους ἔφη· «Ἡμεῖς δὲ κηρύττομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν.» ιβʹ. «Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.» Εἴθε καὶ τέλεον ἐξέτεμον ἑαυτοὺς οἱ τὴν περιτομῆς ὑμῖν ἐξαπάτην προσφέροντες. ιγʹ. «Ὑμεῖς γὰρ ἐπ' ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί.» Τῆς τοῦ νόμου δουλείας ἠλευθερώθητε. «Μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί.» Εἰς ἠθικὴν λοιπὸν μεταβαίνει παραίνεσιν, καὶ παρεγγυᾷ φροντίσαι καὶ τῆς πρακτικῆς ἀρετῆς. Οὐ γὰρ διὰ τοῦτο, φησὶ, τῆς τοῦ νόμου δουλείας ἠλευθερώθημεν, ἵνα ἀδεῶς ἁμαρτάνωμεν. Καὶ ἐντεῦθεν δῆλον ὡς τὰ περιττὰ τοῦ νόμου ἐκβαλὼν, τὰ ἀναγκαῖα φυλάττειν παρεγγυᾷ, καὶ πρῶτον μὲν τὴν ἀγάπην· τοῦτο γὰρ λέγει· «Ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις.» Ὁ γὰρ εἰλικρινῶς ἀγαπῶν, οὐδὲ δουλεύειν παραιτεῖται τῷ φιλουμένῳ. ιδʹ. «Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.» Δύνασθε διὰ τῆς μιᾶς ταύτης ἐντολῆς πάντα πληρῶσαι τὸν νόμον. ιεʹ. «Εἰ δὲ ἀλλήλους δάκνετε, καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε.» Ἐνταῦθα αἰνίττεται, ὡς οἱ μὲν ὑπαχθέντες περιετμήθησαν, οἱ δὲ ἐπὶ τῆς πίστεως ἐρηρεισμένοι διέμειναν· ἀλλ' ὅμως διεμάχοντο, καὶ αὐτοὶ τὴν νομικὴν πολιτείαν ἐπαινοῦντες, καὶ ἐκεῖνοι τῆς χάριτος τὰ δῶρα θαυμάζοντες. Οὗ δὴ χάριν καὶ τῆς ἀγάπης αὐτοῖς πρώτην προσήνεγκε τὴν παραίνεσιν. ιϛʹ. «Λέγω δέ· Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίας σαρκὸς οὐ μὴ τελέσητε.» Εἰ βούλεσθε κρατεῖν τῶν τῆς σαρκὸς παθημάτων, ταῖς πνευματικαῖς ὑποθήκαις ἀκολουθεῖτε. ιζʹ. «Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀντίκειται ἀλλήλοις.» Σάρκα λέγει τὴν ἐπὶ τὰ χείρω τῆς γνώ-