Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.497
Not analysed yet
μης ῥοπήν· πνεῦμα δὲ τὴν ἐνοικοῦσαν χάριν· αὐτὴ γὰρ ἐπὶ τὰ κρείττω ποδηγεῖ τὴν ψυχήν. Πῶς δὲ δυνατὸν νικῆσαι τῆς σαρκὸς τὰ παθήματα; «Ἵνα μὴ ἃ ἂν θέλητε, ταῦτα ποιῆτε.» Μὴ τοῖς ἀτόποις ἕπεσθε λογισμοῖς, ἀντὶ τοῦ, Περιγίνεσθε τούτων, ἔχοντες συνεργὸν τὴν χάριν τοῦ Πνεύματος. ιηʹ. «Εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.» Τοῦτο γὰρ ὁ νόμος οὐκ ἐχορήγει. Εἰ γὰρ καὶ ἔτυχόν τινες πνευματικῆς χάριτος ὑπὸ τῷ νόμῳ πολιτευόμενοι, ἀλλ' οὖν ἄγαν ὀλίγοι προφητείας ἠξιωμένοι· ἐνταῦθα δὲ ἅπαντες οἱ τοῦ σωτηρίου βαπτίσματος ἠξιωμένοι. ιθʹ. «Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός.» Πάλιν σάρκα τὸ σαρκικὸν καλεῖ φρόνημα. «Ἅτινά ἐστι μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, (κʹ, καʹ.) εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοὶ, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις.» Δῆλον δὲ ὅτι εἰδωλολατρεία καὶ φαρμακεία, καὶ τὰ τούτοις ὅμοια, οὐ τῆς σαρκὸς, ἀλλὰ τῆς ψυχῆς ἐστιν ἴδια. Οὐ τοίνυν τῆς σαρκὸς κατηγορεῖ, ἀλλὰ τοῦ ῥᾳθύμου φρονήματος. «Ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι.» Ταῦτα καὶ ἐν τῇ πρὸς Κορινθίους εἴρηκεν ὁ θεῖος Ἀπόστολος. κβʹ, κγʹ. «Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια.» Εἰ τοῦ σώματος ἦν ἐκεῖνα μόνου, ἔδει δειχθῆναι καὶ τὰ τῆς ψυχῆς ἔργα· ἀλλ' οὐ τέθεικε. Δῆλον τοίνυν, ὡς σάρκα μὲν τὸ σαρκικὸν ἐκάλεσε φρόνημα, τουτέστι τῆς ψυχῆς τὴν ἐπὶ τὰ χείρω ῥοπήν· πνεῦμα δὲ καλεῖ, τὴν δεδομένην χάριν. Διά τοι τοῦτο καὶ καρπὸν τοῦ Πνεύματος τὴν ἀγάπην, καὶ τὴν χαρὰν, καὶ τὰ λοιπὰ προσηγόρευσεν. Ἐκείνου γὰρ τῇ ψυχῇ συνεργοῦντος τούτων ἕκαστον κατορθοῦται. «Κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος.» Περιττὸς γὰρ ὁ νόμος τοῖς κατορθοῦσι τὴν ἀρετήν· δικαίῳ γὰρ ὁ νόμος οὐ κεῖται. κδʹ. «Οἱ δὲ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.» Τουτέστι, τῷ Χριστῷ συνταφέντες νεκρὸν ἀπέφηναν τῇ ἁμαρτίᾳ τὸ σῶμα. κεʹ. «Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.» Μὴ κατὰ νόμον πολιτευόμενοι, ἀλλὰ τῇ χάριτι ἑπόμενοι. κϛʹ. «Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.» Τὴν κενοδοξίαν καὶ τὸν φθόνον ἡ διάστασις ἐκείνη πεποίηκεν. Ἴσως γὰρ οἱ ἐπὶ τῆς πίστεως ἐρηρεισμένοι, τῶν κλονη-