Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.501
Not analysed yet
πνεύματος θερίσει ζωὴν αἰώνιον.» Ὁ δὲ τῷ σκοπῷ τοῦ πνεύματος ἀκολουθῶν, καὶ τοῖς τούτου νόμοις ἑπόμενος, τὴν αἰώνιον τρυγήσει ζωήν. θʹ. «Τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι.» Μηδὲν τῶν ἀνιαρῶν διακοπτέτω τὴν περὶ τὰ καλὰ προθυμίαν. Πόνου γὰρ δίχα θερίσομεν τὰ σπειρόμενα· τοῦτο γὰρ ἔφη, μὴ ἐκλυόμενοι. Ἐπὶ μὲν γὰρ τῶν αἰσθητῶν σπερμάτων καὶ ὁ σπόρος ἔχει πόνον, καὶ ὁ ἀμητὸς ὡσαύτως· διαλύει δὲ πολλάκις τοὺς ἀμῶντας καὶ τὸ τῆς ὥρας θερμόν· ἀλλ' ἐκεῖνος οὐ τοιοῦτος ὁ ἀμητός· πόνου γάρ ἐστι καὶ ἱδρῶτος ἐλεύθερος. ιʹ. «Ἄρα οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.» Οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· «Γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστὶν, ὅτι ἀνατέλλει τὸν ἥλιον αὑτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.» Διαφερόντως μέντοι προσήκει θεραπεύειν τοὺς ὁμοπίστους. ιαʹ. «Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί.» Πᾶσαν, ὡς ἔοικε, τήνδε τὴν Ἐπιστολὴν αὐτὸς ἔγραψε, διδάσκων ὡς οὐχ ὑφορᾶται προσώπων ἀξίωμα προκειμένης τῆς ἀληθείας. Τὸ δὲ, πηλίκοις γράμμασι, τινὲς μὲν, μεγάλοις, τινὲς δὲ, φαύλοις, ἡρμήνευσαν. Ἐγὼ γὰρ, φησὶν, ἔγραψα τὴν Ἐπιστολὴν, καίτοι μὴ γράφων εἰς κάλλος. ιβʹ. «Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκὶ, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται.» Τὴν παρὰ ἀνθρώπων θηρώμενοι δόξαν, καὶ τῆς ἀσφαλείας προμηθούμενοι τῆς οἰκείας, τὴν ἀναγκαστικὴν τῆς περιτομῆς ὑμῖν διδασκαλίαν προσφέρουσιν, ἵνα μὴ παραπλησίως ἡμῖν τοῖς κηρύττουσι τὸν Χριστὸν αἰκίζωνται, καὶ καθείργωνται. ιγʹ. «Οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάττουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται.» Πῶς γὰρ ἔστιν αὐτοὺς φυλάξαι τὸν νόμον πόῤῥω τῶν Ἱεροσολύμων διάγοντας; Πῶς ἐπιτελοῦσι τὰς ἑορτάς; Πῶς τὰς θυσίας προσφέρουσι; Πῶς ἀκαθάρτων ἁπτόμενοι περιῤῥαίνονται; Δῆλον τοίνυν ὡς αὐχεῖν ἐθέλοντες, ἅτε δὴ μεταμαθόντες, περιτμηθῆναι ὑμᾶς παρεσκεύασαν. ιδʹ. «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ.» Ἐγὼ δὲ ἐπὶ μόνῳ τῷ σωτηρίῳ σταυρῷ μεγαλοφρονεῖν εὔχομαι. Διὰ τοῦτον περιττός μοι πᾶς ὁ βίος, καὶ νεκρῷ παραπλήσιος. Οὐ μόνον δὲ αὐτὸς ἐμοὶ, ἀλλὰ κἀγὼ αὐτῷ· τὴν γὰρ ἀθάνατον προσμένω ζωήν. Τοῦτο γὰρ ἐπήγαγεν·