Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.500
Not analysed yet
θέντων συνεχῶς καταγινώσκοντες, εἰς ἔριν παρέθηγον· οἷς καὶ παραινεῖ ὀρέξαι χεῖρα τοῖς ἐπὶ τὸν νόμον νενευκόσιν. ΚΕΦΑΛ. ϛʹ. αʹ. «Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ, καταρτίζετε τὸν τοιοῦτον.» Ἀντὶ τοῦ, Διορθοῦσθε, στηρίζετε, τὸ ἐλλεῖπον ἀναπληροῦτε. Διδάσκει δὲ καὶ τῆς θεραπείας τὸν τρόπον· «Ἐν πνεύματι πραότητος.» Εἶτα ἐμβάλλει δέος τῷ ἰατρεύοντι· «Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς.» Ἄνθρωπος εἶ, τρεπτὴν ἔχων τὴν φύσιν· συνάλγησον τῷ κακῶς διακειμένῳ. βʹ. «Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.» Τόδε ἔχεις τὸ ἐλάττωμα σὺ, τόδε οὐκ ἔχεις· ἐκεῖνος τὸ ἐναντίον, ὃ μὲν ἔχεις οὐκ ἔχει, ἕτερον δέ. Σὺ φέρε τὸ ἐκείνου, κἀκεῖνος τὸ σόν· οὕτω γὰρ πληροῦται τῆς ἀγάπης ὁ νόμος. Νόμον γὰρ Χριστοῦ τὴν ἀγάπην ἐκάλεσεν αὐτοῦ γάρ ἐστι φωνή· «Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. γʹ. «Εἰ γὰρ δοκεῖ τις εἶναί τι, μηδὲν ὢν, ἑαυτὸν φρεναπατᾷ.» Τῶν φυσωμένων ἐπὶ σμικροῖς τισι κατορθώμασι κατέστειλε τὴν ὀφρύν. δʹ. «Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον.» Εἰ δὲ καὶ σεμνύνεσθαι θέλεις, τὸν ἑαυτοῦ περισκόπησον βίον, κἂν ἀξιάγαστον εὕρῃς, κατὰ σαυτὸν σεμνύνου, εἴπερ ἄρα τοῦτό σε δεῖ ποιεῖν. εʹ. «Ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.» Μὴ περιεργάζου τὰ ἀλλότρια· ἕκαστος γὰρ ἡμῶν ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων λόγον ὑφέξει. ϛʹ. «Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς.» Ἐνταῦθα τοὺς διδασκάλους παρεγγυᾷ τῆς προσηκούσης θεραπείας παρὰ τῶν μαθητευομένων μεταλαγχάνειν· καὶ κοινωνίαν τὸ πρᾶγμα καλεῖ, καὶ κελεύει τοῖς τῶν πνευματικῶν ἀπολαύουσι μεταδιδόναι τῶν σαρκικῶν. ζʹ, η. «Μὴ πλανᾶσθε, Θεὸς οὐ μυκτηρίζεται. Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει.» Ἐφορᾷ πάντα ὁ τῶν ὅλων Θεὸς, μὴ νομίσητε αὐτὸν ἀγνοεῖν τὰ γενόμενα. Γινώσκετε δὲ ὡς ἀμητὸς ἔσται τῷ σπόρῳ κατάλληλος, καὶ ὅπερ ἂν σπείρῃς, τοῦτο καὶ θερίσεις. «Ὅτι ὁ σπείρων εἰς τὴν σάρκα αὑτοῦ, ἐκ τῆς σαρκὸς αὑτοῦ θερίσει φθοράν.» Ὁ γὰρ τῇ σαρκὶ χαριζόμενος τρυφήν τε καὶ ἡδονὴν, φθορὰν ἐντεῦθεν καρπώσεται. Τὸ σῶμα γὰρ εἰς φθορὰν διαλύεται. «Ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ