Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.512
Not analysed yet
«Ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ, ἐν (ζʹ.) ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων.» Ἀξιεράστους ἡμᾶς πεποίηκεν ὁ Δεσποτικὸς θάνατος. Δι' ἐκείνου γὰρ τὰς τῶν ἁμαρτημάτων ἀποθέμενοι κηλῖδας, καὶ τῆς τοῦ τυράννου δουλείας ἀπαλλαγέντες, τοὺς τῆς εἰκόνος τῆς θείας ἀνελάβομεν χαρακτῆρας. Διδάσκει δὲ καὶ πῶς τούτων τετυχήκαμεν. «Κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, (ηʹ.) ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς.» Ἀναβλύζει γὰρ τὰς τοῦ ἐλέους πηγὰς, καὶ τούτοις ἡμᾶς περικλύζει τοῖς ῥεύμασιν. «Ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, (θʹ.) γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὑτοῦ.» Μυστήριον τοῦ θελήματος αὑτοῦ τὸ κεκρυμμένον προσηγόρευσε θέλημα. Ἄνωθεν γὰρ, φησὶ, ταῦτα προορίσας, ὕστερον ἀπεκάλυψε. Τοῦτο γὰρ ἐπάγει· «Κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ, (ιʹ.) εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν.» Τὸ, ἐν αὐτῷ, ἐν τῷ Χριστῷ λέγει. Πλήρωμαδὲ τῶν καιρῶν, τὸν ὁρισθέντα παρὰ τοῦ Θεοῦ καλεῖ καιρόν. Οὕτω καὶ ἐν τῇ πρὸς Γαλάτας Ἐπιστολῇ· «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου.» —»Ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, ἐν αὐτῷ.» Σαφέστερον ταῦτα ἐν τῇ πρὸς Ῥωμαίους διδάσκει. «Πᾶσα γὰρ ἡ κτίσις, φησὶ, συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν.» Καὶ πάλιν· «Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται.» Τοῦτο καὶ ἐν τῇ πρὸς Ἑβραίους φησίν· «Ὅπως χωρὶς Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.» Μόνη δὲ ἡ θεία φύσις ἀνενδεής. Πᾶσα δὲ ἡ κτίσις ἐδεῖτο τοῦ τῆς οἰκονομίας φαρμάκου. Τὰ μὲν γὰρ στοιχεῖα, διὰ τὴν τῶν ἀνθρώπων χρείαν γενόμενα, τῇ φθορᾷ ὑποκεῖσθαι πεποίηκεν, ἐπειδὴ καὶ τοῦτον θνητὸν ποιήσειν ἔμελλεν ἡ παράβασις. Αἱ δέ γε ἀόρατοι δυνάμεις ἤχθοντο, ὡς εἰκὸς, τὴν ἐν ἀνθρώποις πολιτευομένην πονηρίαν ὁρῶσαι. Εἰ γὰρ ἐφ' ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαίρουσιν, ὡς ὁ Κύριος ἔφη, εὔδηλον ὡς ἀσχάλλουσι τἀναντία θεώμενοι. Ἀλλ' ἡ τοῦ Μονογενοῦς ἐνανθρώπησις, τὸν θάνατον λύσασα, καὶ τὴν ἀνάστασιν δείξασα, καὶ τὰ τῆς κοινῆς ἀναστάσεως ἐνέχυρα δεδωκυῖα, τὸ σκυθρωπὸν ἐκεῖνο διέλυσε νέφος. Ἀνακεφαλαίωσιν τοίνυν καλεῖ τὴν σύντομον τῶν πραγμάτων μεταβολήν. Διὰ γὰρ τῆς κατὰ τὸν Δεσπότην Χριστὸν οἰκονομίας, καὶ τῶν ἀνθρώπων ἡ φύσις ἀνίσταται, καὶ τὴν ἀφθαρσίαν ἐνδύεται, καὶ ἡ ὁρωμένη κτίσις τῆς φθορᾶς ἐλευθερουμένη τεύξεται τῆς ἀφθαρσίας, καὶ τῶν ἀοράτων οἱ δῆμοι ἐν εὐφροσύνῃ διατελέσουσιν, ἐπειδὴ ἀπέδρα ὀδύνη, καὶ λύπη, καὶ στεναγμός. Τοῦτο διὰ τῶνδε τῶν ῥητῶν ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος. Οὐ γὰρ ἁπλῶς εἶπε, τὸν οὐρανὸν καὶ τὴν γῆν, ἀλλὰ, τὰ