Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.513
Not analysed yet
ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. Καὶ δεικνὺς τὸ τῆς οἰκονομίας μυστήριον, ἐπήγαγεν, ἐν αὐτῷ, τουτέστιν ἐν τῷ Χριστῷ. ιαʹ. «Ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὑτοῦ.» Ἄνωθεν γὰρ προορίσας ἡμᾶς, εἰς ταύτην ἀπεκλήρωσε τὴν ζωὴν ὁ πάντα ποιῶν ὅσα βούλεται. Διδάσκει δὲ σαφέστερον καὶ εἰς ποῖον προωρίσθημεν κλῆρον. ιβʹ. «Εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον τῆς δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ.» Πάντες γὰρ εἰς ἡμᾶς ὁρῶντες, τοὺς εἰς τὸν Δεσπότην πεπιστευκότας, Χριστὸν ἀνυμνοῦσι τὸν τούτων αἴτιον τῶν ἀγαθῶν. ιγʹ. «Ἐν ᾧ καὶ ὑμεῖς, ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ Εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ.» Οὐ γὰρ μόνον ἠκούσατε, ἀλλὰ καὶ ἐπιστεύσατε· οὗ δὴ χάριν καὶ τῆς τοῦ παναγίου Πνεύματος τετυχήκατε χάριτος. Τὸ δὲ, ἐσφραγίσθητε, ἔοικε τῷ προφητικῷ ῥητῷ· «Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.» ἀντὶ τοῦ· Οἷόν τινα σφραγῖδα τὴν τοῦ Πνεύματος ἐκομίσασθε δωρεάν. Ἐπαγγελίαν δὲ αὐτὴν καλεῖ, ὡς τοῦ Κυρίου ἐπαγγελλομένου πέμψειν τὴν χάριν τοῦ Πνεύματος. ιδʹ. «Ὅς ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν.» Ἔδειξε τῶν προσδοκωμένων τὸ μέγεθος. Εἰ γὰρ ἡ δοθεῖσα χάρις, δι' ἧς τὰ θαύματα ἐνηργεῖτο, καὶ λεπροὶ ἐκαθαίροντο, καὶ δαίμονες ἠλαύνοντο, καὶ τἄλλα τὰ τούτοις ἐγίνετο παραπλήσια, ἀῤῥαβῶνος τάξιν ἐπέχει, δῆλον ὡς πολὺ μείζονος οἱ πιστεύοντες τῆς χάριτος ἀπολαύσονται. «Εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ.» Οὗτος, φησὶν, ὁ ἀῤῥαβὼν ἐπὶ τοῦ παρόντος ἡμῖν ἐδόθη, ὥστε ἡμᾶς ἐλευθερῶσαι μὲν τῆς τοῦ Δυσμενοῦς τυραννίδος, προσοικειῶσαι δὲ τῷ Θεῷ· ἵνα διὰ παντὸς αὐτὸν ὑμνῶμεν μεμνημένοι τῆς χάριτος. ιεʹ, ιϛʹ. «Διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου.» Ἐντεῦθέν τινες ὑπετόπησαν, ὡς μηδέπω θεασάμενος αὐτοὺς ὁ θεῖος Ἀπόστολος γέγραφε τὴν Ἐπιστολήν. Ἔδει δὲ συνιδεῖν, ὅτι καὶ Κορινθίοις ἐπιστέλλων τὰ λυπηρὰ ἀκούσας, ἀπέστειλεν· «Ἀνηγγέλη γάρ μοι, φησὶ, περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν.» Ὥσπερ τοίνυν ἐκεῖ τὰ λυπηρὰ μαθὼν, ἀθυμῶν ἐπιστέλλει· οὕτω καὶ περὶ τούτων ἀκούσας τὰ θυμήρη, τὴν εὐφημίαν ὑφαίνει. Ἐπαινεῖ δὲ αὐτῶν οὐ μόνον τὴν περὶ τὴν εὐσέβειαν σπουδὴν, ἀλλὰ καὶ τὴν περὶ τοὺς