Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.524
Not analysed yet
Ἰσραὴλ κεχωρισμένους, οἰκείους ἀπέφηνεν ὁ Δεσπότης Χριστός. Τοῦτο εἶπεν, ἐγγὺς ἐγενήθητε. ιδʹ, ιεʹ. «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ· τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας.» Αὐτὸς γὰρ τῆς εἰρήνης γεγένηται πρύτανις, αὐτὸς καὶ τοὺς ἐξ ἐκείνων καὶ τοὺς ἐξ ὑμῶν πιστεύοντας εἰς ἓν τελεῖν παρεσκεύασε σῶμα· καὶ τὸν νόμον ἔπαυσεν, ὃς, τοῖχόν τινα μιμούμενος, ἀπ' ἀλλήλων ὑμᾶς διείργει. Πρότερον δὲ τὴν πρὸς τὸν Θεὸν κατέλυσεν ἔχθραν, τὴν οἰκείαν σάρκα λύτρον ὑπὲρ ἡμῶν δεδωκώς. Τούτου δὲ γενομένου, ἐκεῖνα ἔπαυσεν ὅσα ὑμᾶς κἀκείνους ἐχώριζε· τοῦτο γὰρ εἶπε, τὸν νόμον τῶν ἐντολῶν. Οὐ γὰρ ἀνεῖλε τὸ, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ· οὐδὲ τὸ, Τίμα τὸν πατέρα σου, καὶ τὴν μητέρα· οὐδὲ τὸ, Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, καὶ ὅσα τοιαῦτα. Ταῦτα γὰρ καὶ τῷ μαθεῖν βουληθέντι τῆς αἰωνίου ζωῆς τὴν ὁδὸν ὁ Δεσπότης Χριστὸς ὑπέδειξε. Δόγματα δὲ, τὴν εὐαγγελικὴν διδασκαλίαν ἐκάλεσεν· ἐπειδὴ ἐν τῇ αἱρέσει τῆς γνώμης κεῖται τῆς τελειότητος ἡ κατόρθωσις. «Ὁ δυνάμενος γὰρ, φησὶ, χωρεῖν χωρείτω.» Καί· «Εἰ θέλεις τέλειος γενέσθαι, πώλησόν σου τὰ ὑπάρχοντα.» Καί· «Ὅταν νηστεύῃς.» Ταῦτα γὰρ οὐ νομοθεσία, ἀλλ' αὐθαιρέτου γνώμης. Νομεθετεῖ δὲ ἐκεῖνα, ἅπερ καὶ ἐξ ἀρχῆς τὴν φύσιν δημιουργήσας ἐνέγραψε ταύτῃ. «Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, (ιϛʹ.) καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ, διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ.» Ἀπέκτεινε τὴν ἔχθραν ἐν τῷ σταυρῷ, τὴν ἄμωμον θυσίαν προσενεγκών. Κατήλλαξε δὲ ἀμφοτέρους, τουτέστι τοὺς ἐξ ἐθνῶν καὶ τοὺς ἐξ Ἰουδαίων, ἐν ἑνὶ σώματι τῷ ὑπὲρ πάντας προσενεχθέντι, ὥστε αὐτοὺς εἰς ἓν σῶμα τελεῖν. Πάντας δὲ τοὺς πιστεύοντας ἕνα κέκληκεν ἄνθρωπον, ἐπειδὴ μία μὲν ἁπάντων κεφαλὴ ὁ Δεσπότης Χριστὸς, τὴν δὲ τοῦ σώματος τάξιν πληροῦσιν οἱ τῆς σωτηρίας ἠξιωμένοι. ιζʹ. «Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ τοῖς ἐγγύς.» Μακρὰν τὰ ἔθνη λέγει, ἐγγὺς δὲ τοὺς Ἰουδαίους. ιηʹ. «Ὅτι δι' αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν Πατέρα.» Τοῦτο ἔοικε τοῖς ὑπὸ Κυρίου εἰρημένοις· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ.» Αὐτὸς ἡμᾶς, φησὶ, προσήγαγε τῷ Πατέρι· προσήγαγε δὲ τῆς πνευματικῆς χάριτος ἀξιώσας. ιθʹ. «Ἄρα οὖν οὐκ ἔτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ.»