Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.525
Not analysed yet
Ἁγίους ἐνταῦθα οὐ μόνον τοὺς τῆς χάριτος, ἀλλὰ καὶ τοὺς ἐν νόμῳ, καὶ τοὺς πρὸ νόμου λέγει. Καὶ γὰρ περὶ τοῦ Ἀβραὰμ ὁ αὐτὸς Ἀπόστολος ἔφη, ὅτι «Ἐξεδέχετο τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.» Μεγίστου, φησὶν, ἀξιώματος τετυχήκατε, τῷ μὲν ὡς Θεῷ προσοικειωθέντες, τῶν δὲ ἁγίων συμπολῖται γεγενημένοι. κʹ. «Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν.» Προφήτας ἐνταῦθα οὐ τοὺς τῆς Καινῆς λέγει Διαθήκης, ἀλλὰ τοὺς τῆς Παλαιᾶς. Προέταξε δὲ τοὺς ἀποστόλους, ἐπειδὴ δι' αὐτῶν ἐδεξάμεθα τὰ θεῖα κηρύγματα. «Ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ.» Ὥσπερ εἶπεν αὐτὸν τοῦ σώματος κεφαλὴν, οὕτω τῆς οἰκοδομίας ἀκρογωνιαῖον λίθον καλεῖ. Τοὺς γὰρ δύο τοίχους συνάπτει, καὶ τοὺς ἐξ Ἰουδαίων, καὶ τοὺς ἐξ ἐθνῶν πεπιστευκότας δίκην γωνίας ἑνοῖ. καʹ, κβʹ. «Ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ, ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.» Καὶ ἐν τοῖς πρόσθεν ἡρμηνευμένοις πλήρωμα τοῦ Θεοῦ τὴν Ἐκκλησίαν ἐκάλεσε, καὶ ἐνταῦθα ναὸν καὶ κατοικητήριον. Τὴν δέ γε ἐκείνων καὶ τούτων συνάφειαν ἡ γωνία ποιεῖ, τὴν δὲ οἰκοδομίαν ἡ χάρις τοῦ Πνεύματος, διὰ τῶν κηρύκων τῆς ἀληθείας προσφέρουσα τὰ θεῖα παιδεύματα. ΚΕΦΑΛΑΙΟΝ Γʹ. αʹ—δʹ. «Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ, τῆς δοθείσης μοι εἰς ὑμᾶς, ὅτι κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ· πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ.» Βούλεται μὲν εἰπεῖν, ὅτι Ταύτην ὑμῶν τὴν κλῆσιν εἰδὼς, καὶ ἀκριβῶς ἐπιστάμενος, καὶ τίνες ἦτε, καὶ πῶς ἐκλήθητε, καὶ ἐπὶ τίσιν ἐκλήθητε, δέομαι καὶ ἱκετεύω τὸν τῶν ὅλων Θεὸν, βεβαιῶσαι ὑμᾶς τῇ πίστει, καὶ τὴν ἐντεῦθεν φυομένην παρασχεῖν ὑμῖν σωτηρίαν. Τέθεικε δὲ πλεῖστα διὰ μέσου, πάλιν τῆς εὐεργεσίας σημαίνων τὸ μέγεθος. Διηγεῖται δὲ καὶ ὅπως ἐκλήθη, καὶ ὅπως τῆς θείας ἀπήλαυσε χάριτος, καὶ ὅτι τῶν ἐθνῶν προκεχείρισται κήρυξ· διδάσκων ὡς ἄγαν αὐτῷ τὸ κηρύττειν ἁρμόττει, καὶ οὐ τὰ ἀλλότρια σφετερίζεται, ἀλλὰ τὰ προστεταγμένα πληροῖ. Τὸ μέντοι, προέγραψα ἐν ὀλίγῳ, οὐχ ὥς τινες ὑπέλαβον, ὅτι ἑτέραν Ἐπιστολὴν γέγραφεν. Οὐδὲ γὰρ περὶ τῶν καθ' ἑαυτὸν ἔφη, ὅτι Προέγραψα, ἀλλὰ περὶ τοῦ μυστηρίου. Τοῦτο γὰρ ἔφη, ὅτι Κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, τουτέστι περὶ οὗ νῦν ἔγραψα· καὶ γὰρ περὶ τούτου διεξελήλυθεν ἀπὸ τοῦ προοιμίου μέχρι τοῦδε τοῦ χωρίου. Περὶ τούτου δὲ καὶ ἐν τοῖς ἑξῆς λέγει.