Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.537
Not analysed yet
τῇ πρὸς Κορινθίους ἔφη· «Ἐν ἀγάπῃ ἀνυποκρίτῳ.» Οὕτω καὶ ἐνταῦθα ἀληθῆ ἔχειν ἀγάπην παρεγγυᾷ, καὶ διὰ ταύτης αὔξειν τὸν πλοῦτον τῆς ἀρετῆς ἐν αὐτῷ τῷ Δεσπότῃ. «Πᾶν γὰρ, φησὶ, κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν αἴρεται, καὶ εἰς πῦρ βάλλεται.» Καὶ ἐπειδὴ κεφαλὴν πάλιν αὐτὸν ὠνόμασε, δείκνυσι πόσα ἀπὸ τῆς κεφαλῆς ἀγαθὰ χορηγεῖται. ιϛʹ. «Ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας, κατ' ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ.» Καθάπερ, φησὶν, ἡ κεφαλὴ πᾶσι τοῖς μορίοις τοῦ σώματος χορηγεῖ τῆς αἰσθήσεως τὴν ἐνέργειαν· πηγὴ γὰρ τῆς αἰσθητικῆς δυνάμεως ὁ ἐγκέφαλος· οὕτως ὁ Δεσπότης Χριστὸς κεφαλῆς τάξιν ἐπέχων, τὰ τοῦ Πνεύματος διανέμει χαρίσματα, εἰς μίαν ἁρμονίαν συνάπτων τὰ μέλη τοῦ σώματος. Ἁφὴν δὲ τὴν αἴσθησιν προσηγόρευσεν, ἐπειδὴ καὶ αὕτη μία τῶν πέντε αἰσθήσεων, καὶ ἀπὸ τοῦ μέρους τὸ πᾶν ὠνόμασε. ζʹ. «Τοῦτο οὖν λέγω, καὶ μαρτύρομαι ἐν Κυρίῳ.» Πάλιν ἀνέλαβε τῆς παραινέσεως τὸ προοίμιον, καὶ τῇ τοῦ Κυρίου μνήμῃ μαρτύρεται. Ὑπὸ μάρτυρι γὰρ, φησὶ, τῷ Κυρίῳ ταῦτα λέγω. Τί δὲ μαρτυρεῖ; «Μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ.» Τὰ λοιπὰ ἔθνη, τὰ μηδέπω πεπιστευκότα λέγει. Πῶς δὲ ἐκεῖνα περιπατεῖ; «Ἐν ματαιότητι τοῦ νοὸς αὑτῶν.» Λογισμοῖς χρώμενα δυσσεβέσι, τὰ μὴ ὄντα θεοποιοῦντα. ιηʹ. «Ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες.» Τὴν ἄγνοιαν τοῦ Θεοῦ προσηγόρευσε σκότος. Εἶτα καὶ τοῦ βίου τὴν παρανομίαν ἐλέγχει. «Ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ.» Ζωὴν τοῦ Θεοῦ, τὴν ἐν ἀρετῇ ζωὴν προσηγόρευσε. Λέγει δὲ καὶ τὴν τῆς παρανομίας αἰτίαν. «Διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν.» Οὕτω καὶ Δαβὶδ ὁ προφήτης λέγει· «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὑτοῦ· Οὐκ ἔστι Θεός.» Διεφθάρησαν, καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι. Πώρωσιν δὲ καρδίας τὴν ἐσχάτην ἀναλγησίαν ἐκάλεσε· καὶ γὰρ αἱ τῷ σώματι ἐγγινόμεναι πωρώσεις οὐδεμίαν αἴσθησιν ἔχουσι, διὰ τὸ παντελῶς νενεκρῶσθαι. Τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος εἶπεν. Ἐπάγει γάρ· ιθʹ. «Οἵτινες ἀπηλγηκότες.» Ἐνταῦθα δεῖ στίξαι. «Ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. «Πρῶτον παρανομίαν, εἶτα κόρον ἐνόσησαν. Εἰς τὸν παράνομον γὰρ ἐξοκείλαντες βίον, κατὰ βραχὺ τὴν ἀναλγησίαν ἐνόσησαν. Εἶτα λοιπὸν ἀδεῶς πᾶσαν ἁμαρτίαν