Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.536
Not analysed yet
Οὐ γὰρ ἄλλος κατελήλυθε, καὶ ἄλλος ἀνελήλυθεν· ἀλλ' ἵνα συντόμως εἴπω, ἄλλως κατελήλυθε, ἄλλως ἀνελήλυθεν. Ἀσώματος γὰρ κατελθὼν, μετὰ σώματος ἀνελήλυθεν. Ἡ δέ γε κατάβασις οὐ τοπικήν τινα σημαίνει μετάβασιν, ἀλλὰ τῆς οἰκονομίας διδάσκει τὸ μέγεθος, ὅτι ὁ Ὕψιστος τοσαύτης ἠνέσχετο ταπεινότητος. ιαʹ, ιβʹ. «Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστὰς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ.» Ἦσαν κατὰ τὸν καιρὸν ἐκεῖνον, ὡς πολλάκις ἔφην, προφητικῆς ἠξιωμένοι χάριτος. Καὶ μέμνηται ἡ ἱστορία τῶν Πράξεων καὶ Ἀγάβου τοῦ προφήτου, καὶ ἄλλων ἐν Ἀντιοχείᾳ προφητευόντων, ἐν οἷς ἦν καὶ αὐτὸς ὁ θεῖος Ἀπόστολος. Ἦσαν δὲ καὶ εὐαγγελισταὶ, ἐν οἷς ἦν καὶ ὁ μακάριος Φίλιππος, εἷς τῶν ἑπτά. Ποιμένας δὲ καὶ διδασκάλους, τοὺς κατὰ πόλιν καὶ κώμην ἀφωρισμένους λέγει. Οὗ δὴ χάριν αὐτοὺς μετὰ τοὺς εὐαγγελιστὰς τέθεικεν, ἐπειδὴ ἐκεῖνοι περιιόντες ἐκήρυττον. Ταῦτα δὲ, φησὶ, δέδωκε τὰ χαρίσματα εἰς οἰκοδομὴν καὶ ὠφέλειαν τῶν πιστευόντων. Τούτους γὰρ τοῦ Χριστοῦ προσηγόρευσε σῶμα. ιγʹ. «Μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.» Τῆς δὲ τελειότητος ἐν τῷ μέλλοντι βίῳ τευξόμεθα. Ἐν τῷ παρόντι τοίνυν τῆς τῶν ἀποστόλων, καὶ προφητῶν, καὶ διδασκάλων βοηθείας δεόμεθα. ιδʹ. «Ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ τῷ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης.» Ἴδιον τῶν ἔτι νηπίων τὸ τῆς γνώμης ὀξύῤῥοπόν τε καὶ κοῦφον. Τοιοῦτοι, φησὶ, πρὸ τῆς κλήσεως ἦμεν, τῇδε κἀκεῖσε καθάπερ ὑπὸ κυμάτων φερόμενοι, καὶ τοῖς ἐξαπατῶσι πειθόμενοι. Κυβείαν δὲ τὴν πανουργίαν καλεῖ. Πεποίηται δὲ ἀπὸ κυβεύειν τὸ ὄνομα· ἴδιον δὲ τῶν κυβευόντων τὸ τῇδε κἀκεῖσε μεταφέρειν τὰς ψήφους, καὶ πανούργως τοῦτο ποιεῖν. Μεθοδείαν δὲ πλάνης τὴν μηχανὴν ἐκάλεσεν. Οὐ γὰρ προφανῶς ὁ διάβολος μοιχεύειν κελεύει, ἀλλ' ἢ δι' ὀφθαλμῶν δελεάζει, ἢ δι' ἀκοῶν καταθέλγει· οὐδὲ προφανῶς ἀρνήσασθαι τὸν Θεὸν παρεγγυᾷ, ἀλλ' οἰωνοῖς ἢ κλῃδόσιν, ἢ περιάπτοις παρασκευάζει κεχρῆσθαι. ιεʹ. «Ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ ὁ Χριστός.» Τοῦτο καὶ ἐν τῇ πρὸς Ῥωμαίους ἔφη· «Ἡ ἀγάπη ἀνυπόκριτος·» καὶ ἐν