Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.541
Not analysed yet
κηʹ. «Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς ἰδίαις χερσὶν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι.» Ἐπειδὴ γὰρ ἡ ἀργία ταύτην διαφερόντως τὴν ἁμαρτίαν γεννᾷ, εἰκότως αὐτῇ τὴν ἀγαθὴν ἐργασίαν ἀντέταξεν. Ἔστι γὰρ καὶ πονηρὰ ἐργασία· ταύτης εἶδος ἡ κλοπή. Παρεγγυᾷ δὲ μὴ μόνης ἕνεκεν τῆς γαστρὸς μετιέναι τὴν ἐργασίαν, ἀλλὰ καὶ διὰ τὴν χρείαν τῶν δεομένων. Οὕτω θεραπεύσας τῶν χειρῶν τὸ πάθος, ἰατρεύει καὶ τῆς γλώσσης τὴν νόσον. κθʹ. «Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω.» Λόγος σαπρὸς, αἰσχρολογία, λοιδορία, συκοφαντία, βλασφημία, ψευδολογία, καὶ τὰ τούτοις προσόμοια. «Ἀλλ' εἴ τις ἀγαθός.» Καὶ τοῦτον δὲ εἰς καιρὸν προσφέρειν κελεύει· τοῦτο γὰρ ἐπήγαγε· «Πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι.» Χάριν δὲ τὴν θυμηδίαν ἐκάλεσε· τουτέστιν, ἵνα φανῇ δεκτὸς τοῖς ἀκούουσι. λʹ. «Καὶ μὴ λυπῆτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.» Λυπεῖ δὲ τὸ Πνεῦμα τὸ ἅγιον τῶν εἰρημένων τὰ ἐναντία, ὁ παράνομος βίος. Διὰ δὲ τοῦ παναγίου Πνεύματος θεῖον ἀπεφάνθημεν ποίμνιον. λαʹ. «Πᾶσα πικρία, καὶ θυμὸς, καὶ ὀργὴ, καὶ κραυγὴ, καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν, σὺν πάσῃ κακίᾳ.» Πάντα τοῦδε τοῦ πάθους τὸν ἐσμὸν πρόῤῥιζον ἀνασπᾶσαι προσήκει. λβʹ. «Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐχαρίσατο ἡμῖν.» Τὰ ἀλλήλων ἐλαττώματα φέρετε, καὶ μιμήσασθε τὸν τῶν ὅλων Θεὸν, ὃς διὰ τοῦ Δεσπότου Χριστοῦ τῶν παμπόλλων ἡμῖν ἁμαρτημάτων τὴν ἄφεσιν δέδωκε. ΚΕΦΑΛΑΙΟΝ Εʹ. αʹ. «Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά.» Υἱοθεσίας ἠξιώθητε, Πατέρα τὸν Θεὸν ὀνομάζετε· ζηλώσατε τοιγαροῦν τὴν συγγένειαν. βʹ. «Καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.» Ἔδειξε κἀνταῦθα τοῦ Πατέρος καὶ τοῦ Υἱοῦ τὴν ἰσότητα. Μιμήσασθαι γὰρ τὸν Θεὸν παρακελευσάμενος, τὸ αὐτὸ καὶ περὶ τοῦ Υἱοῦ παρηγγύησε· καὶ ὥσπερ ἔφη περὶ τοῦ Πατέρος, ὅτι ἐχαρίσατο ἡμῖν, οὕτω καὶ περὶ τοῦ Χριστοῦ ὅτι ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν. Οὐ γὰρ ἀνάγκῃ καθάπερ τις δοῦλος ὑπήκουσεν, ἀλλ' ἑκὼν ἑαυτὸν ὑπὲρ ἡμῶν παρέδωκε. Τὸ δὲ, θυσίαν καὶ προσφορὰν εἰς ὀσμὴν εὐωδίας, δῆλον ὅτι περὶ τοῦ σώματος λέγει· τοῦτο γὰρ τῷ σταυρῷ προσηλώθη. γʹ. «Πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία, ἢ πλεονεξία, μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει