Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.544
Not analysed yet
ἁγίοις.» Ἱκανῶς τὸ μυσαρὸν τῶν εἰρημένων ὑπέδειξε, καὶ αὐτὰς αὐτῶν προσηγορίας τῆς μνήμης ἐξορίσαι κελεύσας. δʹ. «Καὶ αἰσχρότης, καὶ μωρολογία, ἢ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα, ἀλλὰ μᾶλλον εὐχαριστία.» Ἐξελαύνει τοῦ συλλόγου τῶν εὐσεβῶν καὶ τὴν ἀμετρίαν τοῦ γέλωτος· τοῦτον γὰρ ἡ μωρολογία καὶ ἡ εὐτραπελία τίκτει. εʹ. «Τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.» Τοῦτο καὶ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ. Εἰδωλολατρείαν δὲ τὴν πλεονεξίαν ἐκάλεσε, κατὰ τὴν τοῦ Κυρίου φωνήν. «Οὐδεὶς γὰρ, ἔφη, δύναται δυσὶ κυρίοις δουλεύειν·» καὶ, «Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμμωνᾷ. ϛʹ. «Μηδεὶς ἡμᾶς ἐξαπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.» Ἐπειδὴ γὰρ οἱ τοῖς Ἑλληνικοῖς ἑπόμενοι δόγμασι τούτων ἕκαστον ἔδρων, παρακελεύεται μὴ προσέχειν ἐκείνοις, ὡς τῆς τοῦ Θεοῦ δίκης ἐπιφερομένης τοῖς τῆς πονηρίας ἐργάταις. ζʹ. «Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν.» Τουτέστι, τῶν τῇ δυσσεβείᾳ δεδουλωμένων. ηʹ. «Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ.» Τῷ γὰρ θείῳ φωτὶ κατηυγάσθητε. «Ὡς τέκνα φωτὸς περιπατεῖτε.» Ἐπειδὴ φῶς αὐτοὺς προσηγόρευσε, φῶς δὲ ἀληθινὸν ὁ Κύριος κέκληται, φωτὸς αὐτοὺς προσηγόρευσε τέκνα. θʹ. «Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ, καὶ δικαιοσύνῃ, καὶ ἀληθείᾳ.» Ὁ τοῦ παναγίου μετέχων Πνεύματος τοὺς τοῦ Πνεύματος φερέτω καρπούς. ιʹ. «Δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ» Καὶ λόγου μετέχετε, καὶ τοῦ παναγίου Πνεύματος τὴν χάριν ἐδέξασθε· ῥᾳδίως τοίνυν τὰ ἀρέσκοντα τῷ Θεῷ διαγνῶναι δυνήσεσθε. ιαʹ—ιγʹ. «Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε. Τὰ γὰρ κρυφῆ γινόμενα ὑπ' αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν. Τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται, πᾶν δὲ τὸ φανερούμενον φῶς ἐστι.» Ἐκάλεσεν αὐτοὺς φῶς, καὶ τέκνα φωτός· τὸ δὲ φῶς ἐλέγχει τὰ ἐν τῷ σκότει κρυπτόμενα. Παρεγγυᾷ τοίνυν αὐτοῖς, μὴ μόνον φεύγειν αὐτῶν τὴν συνουσίαν, ἀλλὰ καὶ ἐλέγχειν τὴν πονηρίαν. ιδʹ. «Διὸ λέγει· Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιψαύσει σου ὁ Χριστός.» Ἔνια δὲ τῶν ἀντιγράφων ἐπιφαύσει σοι ὁ Χριστὸς ἔχει, καὶ τοῦτο μάλιστα τῇ ἀκολουθίᾳ τῶν εἰρημένων πρόσφορον. Ὁ γὰρ τὴν ῥᾳθυμίαν καθάπερ