Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.548
Not analysed yet
ἐν παντί.» Ὡς εὐσεβέσι νομοθετῶν, προστέθεικε τὸ, ἐν παντί. Ὅτι γὰρ εὐσεβέσι νομοθετεῖ, δηλοῖ τὸ παράδειγμα. Οὐδεὶς δὲ τῶν τῆς εὐσεβείας τροφίμων τὰ οἰκεῖα προστίθησι τοῦ Θεοῦ. κεʹ—κηʹ. «Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος. Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα.» Τὴν Δεσποτικὴν μιμήσασθε κηδεμονίαν, καὶ ἥνπερ αὐτὸς περὶ τὴν Ἐκκλησίαν ἐπεδείξατο, ταύτην ὑμεῖς ποιεῖσθε τῶν ὁμοζύγων. Ὁ γὰρ Δεσπότης Χριστὸς οὐδὲ ἀποθανεῖν ὑπὲρ τῆς αὑτοῦ παρῃτήσατο νύμφης, ὥστε αὐτὴν ἐκκαθᾶραι, καὶ λαμπρὰν ἀποφῆναι, καὶ τὸ παλαιὸν αὐτῆς ἀποξύσαι γῆρας, καὶ δεῖξαι μώμου παντὸς ἐλευθέραν. Προσήκει τοίνυν τοῦτο καὶ ἡμᾶς περὶ αὐτὰς ἔχειν τὸ φίλτρον, καὶ ὡς οἰκείου ἐπιμελεῖσθαι σώματος. Τὸ δὲ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἀντὶ τοῦ, Εἰς ὄνομα Πατέρος, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. «Ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ. (κθʹ.) Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ' ἐκτρέφει καὶ θάλπει αὐτήν.» Κἄν τι πάθος περί τι γένηται τῶν μελῶν, οὐκ ἀποκόπτομεν, ἀλλὰ θεραπεύομεν τοῦτο· οὕτω καὶ ὑμᾶς, φησὶ, προσήκει προμηθεῖσθαι τῶν γυναικῶν. «Καθὼς καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν.» Ἐκτρέφων αὐτὴν καὶ θάλπων, καὶ τὸ οἰκεῖον αὐτῇ σῶμα καὶ αἷμα προσφέρων. λʹ. «Ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ.» Καθάπερ γὰρ ἡ Εὔα ἐκ τοῦ Ἀδὰμ ἐπλάσθη, οὕτως ἡμεῖς ἐκ τοῦ Δεσπότου Χριστοῦ· συναπτόμεθα γὰρ αὐτῷ ἐν τῷ βαπτίσματι, καὶ συνανιστάμεθα, καὶ τὸ σῶμα αὐτοῦ ἐσθίομεν, καὶ τὸ αἷμα αὐτοῦ πίνομεν. Ἀναμιμνήσκει δὲ ἡμᾶς καὶ τῶν περὶ τῆς γυναικὸς εἰρημένων. λαʹ. «Ἀντὶ τούτου γὰρ καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα αὑτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» Τὸν πρῶτον αἰδέσθητι νόμον, ὃς μετὰ τὴν τῆς γυναικὸς δημιουργίαν ἐτέθη, καὶ τῇ φύσει τῶν ἀνθρώπων ἐμπέπηγε. Τοὺς γὰρ γεγεννηκότας καταλιμπάνων ὁ γάμῳ προσομιλῶν, τῇ γυναικὶ συνάπτεται, καὶ τοσαύτη συνάφεια γίνεται, ὥστε μίαν σάρκα τοὺς δύο νομίζεσθαι. Καὶ μάρτυς ὁ τοῦ γάμου καρπός· ἓν γὰρ παιδίον ἐξ ἀμφοτέρων γεννᾶται. Ὁ μέντοι θεῖος Ἀπόστολος ἀναγνοὺς τοῦ γάμου τὸν νόμον, δείκνυσιν αὐτὸν καὶ ἐν τῷ πνευματικῷ διαλάμπειν γάμῳ, καὶ βοᾷ·