Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.549
Not analysed yet
λβʹ. «Τὸ μυστήριον τοῦτο μέγα ἐστὶν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν.» Καὶ γὰρ αὐτὸς τὸν ἄνω Πατέρα καταλιπὼν, τῇ Ἐκκλησίᾳ συνήφθη. Καταλιμπάνειν δὲ ἔδοξε τῷ τῆς ἐνανθρωπήσεως λόγῳ· ἀχώριστος γὰρ ὡς Θεὸς Θεοῦ, ἅτε δὴ καὶ αὐτὸς ἀπερίγραφον ἔχων τὴν φύσιν. λγʹ. «Πλὴν καὶ ὑμεῖς οἱ καθ' ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν· ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.» Οὐ παντελῶς, φησὶν, εἰς τὸν Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν τὸν γαμικὸν μετέθεικα νόμον· καὶ γὰρ ὑμεῖς ὑπόκεισθε τῷ νόμῳ, καὶ προσήκει τὸν μὲν ἄνδρα, ὡς οἰκεῖον σῶμα, τὴν γυναῖκα φιλεῖν, τὴν δὲ γυναῖκα καὶ φιλεῖν καὶ δεδιέναι τὸν ἄνδρα. Τοῦτο γὰρ καὶ ὁ θεῖος παρεκελεύσατο νόμος· «Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει.» ΚΕΦΑΛΑΙΟΝ ϛʹ. αʹ. «Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· τοῦτο γὰρ εὐάρεστον καὶ δίκαιον.» Τουτέστι, κατὰ τὸν τοῦ Θεοῦ νόμον· τοῦτο γὰρ ἐπήγαγε· βʹ. «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ.» Εἰσὶν ἄλλαι πρὸ ταύτης ἐντολαὶ, ἀλλ' ἐκείναις οὐ συνέζευξεν ἐπαγγελίαν ὁ νομοθέτης. Ἐνταῦθα γὰρ ἐπήγαγεν· γʹ. «Ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.» Ἔδειξεν ὁ θεῖος Ἀπόστολος, ὡς τὰ περιττὰ τοῦ νόμου μετὰ τὴν τοῦ νομοθέτου παρουσίαν ἐπαύσατο, τὰ δέ γε φυσικῶς προηγορευμένα, καὶ μετὰ τὴν Καινὴν Διαθήκην κρατεῖ. δʹ. «Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ' ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου.» Τοῖς παισὶν ὑπακούειν ἐκέλευσε, τοῖς πατράσι θεραπεύειν, καὶ μὴ λυπεῖν, καὶ πρὸς τούτοις εὐσεβῶς ἐκτρέφειν, καὶ τὰ θεῖα παιδεύειν. εʹ. «Οἱ δοῦλοι, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα, μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ.» Ἀναγκαίως καὶ δούλοις νομοθετεῖ· πάντα γὰρ ἔχει τῆς Ἐκκλησίας τὸ σῶμα, καὶ ἄνδρας καὶ γυναῖκας, καὶ πατέρας καὶ παῖδας, καὶ δούλους καὶ δεσπότας, καὶ πλουσίους καὶ πένητας, καὶ ἄρχοντας καὶ ἀρχομένους. Παρεγγυᾷ τοίνυν τοῖς δούλοις μετὰ τοῦ προσήκοντος δέους τῆς τῶν δεσποτῶν ἔχεσθαι θεραπείας καὶ κακοηθείας ἀπηλλάχθαι. Τοῦτο γὰρ εἶπεν, ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν. Προστέθεικε δὲ, ὡς τῷ Χριστῷ, ψυχαγωγῶν αὐτοὺς, καὶ διδάσκων ὡς μισθὸς ἀπόκειται τοῖς γνησίως δουλεύουσι. ϛʹ, ζʹ. «Μὴ κατ' ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ' ὡς δοῦλοι τοῦ Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς, μετ' εὐνοίας δουλεύοντες