Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.552
Not analysed yet
τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις.» Πάλιν τὸ, μετ' εὐνοίας τοῖς δεσπόταις δουλεύειν, τοῦ Κυρίου δουλείαν ἐκάλεσε, παραψυχὴν αὐτοῖς μηχανώμενος. Ὀφθαλμοδουλείαν δὲ καλεῖ, τὴν οὐκ ἐξ εἰλικρινοῦς καρδίας προσφερομένην θεραπείαν, ἀλλὰ τῷ σχήματι κεχρωσμένην. Ὑποδείκνυσι δὲ καὶ τὸν ἀποκείμενον μισθόν. ηʹ. «Εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστος ἡμῶν ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος.» Ἔδειξε τῷ παρόντι βίῳ περιωρισμένην τὴν δουλείαν καὶ δεσποτείαν, μετὰ δέ γε τὴν ἐντεῦθεν ἐκδημίαν, οὐκ ἔτι δουλείας καὶ δεσποτείας, ἀλλ' ἀρετῆς καὶ κακίας ἐσομένην διαφοράν. θʹ. «Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς.» Οὐχ ἵνα δουλεύσωσιν, ἀλλ' ἵνα εὐνοϊκῶς θεραπεύσωσι· τοῦτο γὰρ ἐπήγαγεν· «Ἀνιέντες τὴν ἀπειλήν.» Χρηστότητί φησι καὶ ἡμερότητι κεχρῆσθαι πρὸς αὐτούς. Εἶτα αὐτοὺς καὶ δεδίττεται. «Εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληψία οὐκ ἔστι παρ' αὐτῷ.» Οἷον βούλει περὶ σὲ τὸν Δεσπότην γενέσθαι, τοιοῦτος γενοῦ περὶ τὸν οἰκέτην. Οὐ γὰρ οἶδεν ὁ Θεὸς δούλου καὶ δεσπότου διαφοράν· πάντας γὰρ ὁμοίως διέπλασε. Θαυμάσαι δὲ ἄξιον τὴν τῆς παραινέσεως τάξιν. Πρώτοις γὰρ ἐνομοθέτησεν ἀνδράσι καὶ γυναιξίν· ἡγεῖται γὰρ τῆς παιδοποιίας ὁ γάμος. Εἶτα καὶ παισὶ καὶ πατράσι· γάμου γὰρ παιδοποιία καρπός· μετὰ γὰρ τὸν τόκον ὁ μὲν πατὴρ, ὁ δὲ υἱὸς ὀνομάζεται. Ἐσχάτην δὲ τῶν οἰκετῶν καὶ δεσποτῶν τὴν συζυγίαν τέθεικεν· ἐκ περιστάσεως γὰρ αὐτὴ γεγένηται, ἐκεῖναι δὲ τοῖς τῆς φύσεως προνομίοις τετίμηνται. Οὕτω τοίνυν ἐκεῖνα νομοθετήσας κατὰ διαίρεσιν, κοινὴν εἰσφέρει πάλιν παραίνεσιν. ιʹ. «Τὸ λοιπὸν, ἀδελφοὶ, ἐνδυναμοῦσθε ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ.» Πᾶσαν δειλίαν ἀπώσασθε τῇ τοῦ Θεοῦ δυνάμει φρουρούμενοι. ιαʹ. «Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου.» Οἱ ἐν τοῖς αἰσθητοῖς στρατηγοῦντες πολέμοις, οὔτε γυναῖκας, οὔτε παῖδας, οὔτε τοὺς γεγηρακότας ὁπλίζουσιν· ὁ δὲ τοῦ Δεσπότου Χριστοῦ στρατηγὸς ἅπασιν ὁμοίως διανέμει τὴν βασιλικὴν παντευχίαν, καὶ τοῦ πολεμίου μηχανήματα δείκνυσι. Μεθοδείας γὰρ τὰς μηχανὰς ἐκάλεσε. Πολλάκις γὰρ καὶ διὰ τῶν τῆς ἀρετῆς εἰδῶν κατασκευάζει κακίαν· καὶ ἔστιν ὅτε καὶ τῇ νηστείᾳ, καὶ τῇ προσευχῇ, καὶ τῇ τῶν δεομένων ἐπιμελείᾳ, τὴν κενὴν ἀναμίγνυσι δόξαν, καὶ μέντοι καὶ τῇ σωφροσύνῃ τοῦ τύφου τὸν μῶμον ἐντίθησι. Δείκνυσι δὲ καὶ τῶν πολεμίων τὸ πλῆθος. ιβʹ. «Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας,