Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.56
Not analysed yet
μενος. Ὁ δέ γε θεῖος Ἀπόστολος λατρεύειν ἔφη τῷ Θεῷ, τὸ τοῦ Υἱοῦ αὐτοῦ προσφέρων τοῖς ἔθνεσιν Εὐαγγέλιον· καὶ λατρεύειν ἐν τῷ πνεύματι, τουτέστιν ἐν τῷ διδομένῳ χαρίσματι· οὕτως οἶδεν ἀρέσκουσαν τῷ Θεῷ τοῦ Μονογενοῦς τὴν τιμήν. Ἀκριβείᾳ δὲ χρώμενος, οὐχ ἁπλῶς εἶπεν ᾐτηκέναι τὴν πρὸς αὐτοὺς πορείαν, ἀλλ' ἐν τῷ θελήματι τοῦ Θεοῦ. Εἰ τοῦτο, φησὶν, ἀρέσκει τῷ Κυβερνήτῃ τῶν ὅλων· εἰ δὲ ὅπου σωτηρία μυριάδων τοσούτων, οὐδὲν ἀορίστως ᾔτησεν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ τῇ αἰτήσει τὸ θεῖον συνέταξε θέλημα, ποίας ἡμεῖς ἄξιοι συγγνώμης, περὶ αἰσθητῶν πραγμάτων, καὶ διαλεγόμενοι, καὶ εὐχόμενοι, καὶ τῆς θείας βουλῆς οὐκ ἐξαρτῶντες τὰ καθ' ἡμᾶς; ιαʹ. Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν. Ταπεινοῦ φρονήματος τὰ εἰρημένα μεστά. Οὐ γὰρ εἶπεν, Ἵνα δῶ, ἀλλ', Ἵνα μεταδῶ· ἀφ' ὧν γὰρ ἔλαβον, δίδωμι. Καὶ ἐπειδὴ πρῶτος αὐτοῖς ὁ μέγας Πέτρος τὴν εὐαγγελικὴν διδασκαλίαν προσήνεγκεν, ἀναγκαίως ἐπήγαγεν· Εἰς τὸ στηριχθῆναι ὑμᾶς. Οὐ γὰρ ἑτέραν ὑμῖν, φησὶ, διδασκαλίαν προσφέρειν, ἀλλὰ τὴν ἤδη προσενεχθεῖσαν βεβαιώσασθαι βούλομαι, καὶ τοῖς ἤδη φυτευθεῖσι φυτοῖς τὴν ἀρδείαν προσενεγκεῖν. Εἶτα πάλιν μετριότητος πολλῆς τὸν λόγον ἐμπίπλησι. ιβʹ. Τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ. Οὐ γὰρ μόνον δοῦναι βούλομαι, ἀλλὰ καὶ λαβεῖν παρ' ὑμῶν. Παρακαλεῖ δὲ καὶ διδάσκαλον ἡ προθυμία τῶν μαθητῶν. ιγʹ. Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο. Καὶ τὴν πρόθεσιν ἔδειξε, καὶ τὴν οἰκονομίαν ἐδήλωσεν. Ἡ θεία γάρ με χάρις, φησὶν, ὡς βούλεται κυβερνᾷ. Τεθεικὼς δὲ ἐν μέσῳ τὸ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, διδάσκει σαφέστερον τίνος ἕνεκεν πρὸς αὐτοὺς ἀπελθεῖν ἠβουλήθη· Ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν. ιδʹ, ιεʹ. Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί. Οὕτω τὸ κατ' ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι. Τῶν ἐθνῶν ἁπάντων ἐχειροτονήθην διδάσκαλος. Οὗ δὴ χάριν πᾶσιν ὀφείλω τῆς διδασκαλίας τὸ χρέος, καὶ οὐχ Ἕλλησι μόνον, ἀλλὰ καὶ βαρβάροις. Διὰ γάρ τοι τοῦτο καὶ τὰς διαφόρους γλώττας δέδωκεν ἡμῖν ἡ τοῦ Πνεύματος χάρις, καὶ προσήκει μὲν καὶ τοῖς ἐπὶ παιδείᾳ μέγα φρονοῦσι, καὶ τοῖς λόγων ἀμυήτοις ἐκτῖσαι τὸ ὄφλημα. Καλεῖ γὰρ σοφοὺς μὲν τοὺς ἐπ' εὐγλωττίᾳ βρενθυομένους, ἀνοήτους δὲ τοὺς ὑπὸ τῶν καλουμένων σοφῶν δι' ἀπαιδευσίαν οὕτω προσαγορευομένους. Καὶ ἐπειδὴ οὐ πάντες ἐδέχοντο τοῦ Εὐαγγελίου τὸ κήρυγμα, εἰκότως προστέθεικε· Τὸ κατ' ἐμὲ πρόθυμον. Ἐμὸν γὰρ τὸ κηρύττειν, τὸ δέ γε πιστεύειν τῶν ἀκουόντων. Καὶ ἐπειδὴ τὸ κήρυγμα