Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.57
Not analysed yet
πολλάκις Εὐαγγέλιον προσηγόρευσε, πάθους δὲ τοῦτο μνήμην εἶχε, καὶ σταυροῦ, καὶ θανάτου, τοῖς δὲ μήπω πεπιστευκόσιν ἀτιμίας εἶναι ἐδόκει ταῦτα μεστὰ, εἰς καιρὸν ἐπήγαγεν· ιϛʹ. Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Οὐ βλέπω, φησὶ, τὴν φαινομένην ἀτιμίαν, ἀλλὰ τὴν ἐκ ταύτης φυομένην εὐεργεσίαν. Ἐκ ταύτης γὰρ οἱ πιστεύσαντες τὴν σωτηρίαν τρυγῶσιν. Οὕτω καὶ τῶν αἰσθητῶν πολλὰ κεκρυμμένην ἔχει τὴν οἰκείαν ἐνέργειαν. Καὶ γὰρ τὸ πέπερι ψυχρὰν μὲν ἔχει τὴν περιφάνειαν, καὶ τοῖς ἀγνοοῦσιν οὐδεμίαν δείκνυσι θερμότητος ἔμφασιν. Ὁ δὲ τοῖς ὀδοῦσιν λεπτύνας, τῆς πυροειδοῦς θερμότητος δέχεται τὴν αἴσθησιν. Διά τοι τοῦτο ἰατρῶν παῖδες δυνάμει τοῦτο θερμὸν ὀνομάζουσιν, ὡς οὐ φαινόμενον μὲν τοιοῦτο, δυνάμενον δὲ δειχθῆναι τοιοῦτον. Οὕτω καὶ ὁ σῖτος δύναται μὲν εἶναι καὶ ῥίζα, καὶ καλάμη, καὶ ἄσταχυς· οὐ φαίνεται δὲ τοιοῦτος, πρὶν εἰς τὰς αὔλακας κατασπαρῆναι τῆς γῆς. Εἰκότως τοίνυν καὶ ὁ θεῖος Ἀπόστολος δύναμιν Θεοῦ τὸ σωτήριον προσηγόρευσε κήρυγμα, ὡς τοῖς πιστεύουσι μόνοις ἀποκαλύπτον τὴν δύναμιν, καὶ τὴν σωτηρίαν δωρούμενον. Τοῦτο δὲ πᾶσιν ἔφη προσκεῖσθαι, καὶ Ἰουδαίοις καὶ Ἕλλησι. Προτέθεικε δὲ τῶν Ἑλλήνων τοὺς Ἰουδαίους, ἐπειδὴ καὶ ὁ Δεσπότης Χριστὸς τούτοις πρώτοις τοὺς ἱεροὺς ἀποστόλους ἀπέστειλε κήρυκας. Οὕτω καὶ ὁ Θεὸς διὰ τοῦ Προφήτου φησί· «Τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν.» Γένος καλῶν τοὺς Ἰουδαίους, ἐπειδὴ κατὰ σάρκα ἐκ τούτων ἐβλάστησε. ιζʹ. Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται, ἐκ πίστεως εἰς πίστιν. Οὐ πᾶσιν ἀποκαλύπτεται, ἀλλὰ τοῖς ἔχουσι τοὺς τῆς πίστεως ὀφθαλμούς. Διδάσκει δὲ ἡμᾶς ὁ θεῖος Ἀπόστολος, ὡς ἄνωθεν ὁ Θεὸς οὕτω καθ' ἡμᾶς ᾠκονόμησε, καὶ ταῦτα διὰ τῶν προφητῶν προεθέσπισε, καὶ πρὸ τῶν προφητῶν, τὴν περὶ τούτων εἶχε βουλὴν ἐν αὑτῷ κεκρυμμένην. Τοῦτο γὰρ καὶ ἀλλαχοῦ φησι· «Τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι.» Καὶ πάλιν· «Λαλοῦμεν σοφίαν ἐν μυστηρίῳ ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν.» Καὶ ἐνταῦθα τοίνυν οὐκ εἶπε δίδοται δικαιοσύνη, ἀλλ' ἀποκαλύπτεται. Ἡ γὰρ πάλαι κεκρυμμένη δήλη γίνεται τοῖς πιστεύουσιν. Ἐκ πίστεως εἰς πίστιν, φησί. Δεῖ γὰρ πιστεῦσαι τοῖς προφήταις, καὶ δι' ἐκείνων εἰς τὴν τοῦ Εὐαγγελίου πίστιν ποδηγηθῆναι. Ἔχει δὲ καὶ ἑτέραν τοῦτο διάνοιαν. Ὁ γὰρ τῷ Δεσπότῃ πιστεύων Χριστῷ, καὶ τοῦ παναγίου βαπτίσματος τὴν χάριν ὑποδεχόμενος, καὶ τὸ τῆς υἱοθεσίας κομιζόμενος χάρισμα, ποδηγεῖται διὰ τούτων εἰς τὸ πιστεῦσαι τοῖς μέλλουσιν ἀγαθοῖς·