Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.589
Not analysed yet
ιθʹ. «Ὁ δὲ Θεός μου πληρώσαι πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὑτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ.» Τὸν ἐπουράνιον αὐτοῖς ἀντιδέδωκε πλοῦτον. Σφόδρα δὲ ἁρμοδίως τὴν εὐλογίαν ἐπήγαγεν. Εἰρηκὼς γὰρ τὰ πεμφθέντα ὀσμὴν εὐωδίας, θυσίαν δεκτὴν εὐάρεστον τῷ Θεῷ, αἰτεῖ αὐτοῖς παρὰ τοῦ ταῦτα κομισαμένου καὶ τὴν κατὰ τὸν παρόντα βίον χρείαν. «Πληρώσαι γὰρ, φησὶ, πᾶσαν χρείαν ὑμῶν.» Οὐδὲν δὲ ἀπεικὸς πεποίηκε καὶ ταύτην αὐτοῖς τὴν εὐλογίαν αἰτήσας. Καὶ γὰρ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις παρεκελεύσατο λέγειν· «Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον.» ᾜτησε δὲ αὐτοῖς καὶ τὴν μέλλουσαν δόξαν τὴν ἐν Χριστῷ Ἰησοῦ. Καὶ ταῦτα δὲ κἀκεῖνα ἱκανὸς παρασχεῖν· ἀμέτρητον γὰρ ἔχει τὸν πλοῦτον. κʹ. «Τῷ δὲ Θεῷ καὶ Πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.» Ἐνταῦθα μὲν μόνον ὕμνησε τὸν Πατέρα, ἀλλαχοῦ δὲ μόνον ὑμνεῖ τὸν Υἱόν. «Ἐξ ὧν γὰρ, φησὶν, ὁ Χριστὸς κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.» Ἀλλ' οὔτε ἐκεῖ χωρίζει τοῦ Υἱοῦ τὸν Πατέρα, οὔτε ἐνταῦθα τοῦ Πατρὸς τὸν Υἱὸν, ἀλλὰ κοινὸν τῇ θείᾳ φύσει τὸν ὕμνον προσφέρει. καʹ. «Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ.» Οὐ πᾶς ὁ ἑαυτὸν ἅγιον ὀνομάζων ἅγιός ἐστιν, ἀλλ' ὁ τῷ Κυρίῳ Ἰησοῦ πιστεύων, καὶ κατὰ τοὺς αὐτοῦ πολιτευόμενος νόμους. κβʹ. «Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί· ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι, μάλιστα οἱ ἐκ τῆς Καίσαρος οἰκίας.» Ἱκανὴν αὐτοῖς παραψυχὴν προσενήνοχε, διδάξας ὡς καὶ τῶν βασιλείων τὸ θεῖον ἐκράτησεν Εὐαγγέλιον, καὶ τοὺς τοῦ δυσσεβοῦς βασιλέως οἰκείους ἐζώγρησεν εἰς ζωήν. κγʹ. «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.» Τὴν συνήθη εὐλογίαν τῷ τέλει προστέθεικε. Ταύτης καὶ ἡμεῖς τύχοιμεν, πρεσβείᾳ μὲν τοῦ ταῦτα γεγραφότος, συνεργείᾳ δὲ τοῦ Δεσπότου Χριστοῦ· μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Φιλιππησίους Ἐπιστολὴ ἐγράφη ἀπὸ Ῥώμης δι' Ἐπαφροδίτου.