Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.592
Not analysed yet
ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΚΟΛΑΣΣΑΕΙΣ ΕΠΙΣΤΟΛΗΣ ΥΠΟΘΕΣΙΣ. Κατὰ τὸν αὐτὸν καιρὸν Ἐφεσίοις καὶ Κολασσαεῦσιν ἔγραψεν ὁ θεῖος Ἀπόστολος, τῷ θαυμασίῳ Τυχικῷ διακόνῳ τῶν γραμμάτων χρησάμενος. Ἔγραψε δὲ ἀπὸ τῆς Ῥώμης, ἤδη τὸν πρῶτον διαφυγὼν κίνδυνον· καὶ δηλοῖ τῆς Ἐπιστολῆς τὸ προοίμιον. Κοινωνὸν γὰρ τῶν γραμμάτων τὸν τρισμακάριον Τιμόθεον ἐποιήσατο· ἡνίκα δὲ τὸν πρῶτον ἔσχε, ἐπὶ Νέρωνος, ἀγῶνα, οὐδεὶς αὐτῷ τῶν γνωρίμων συνῆν. Καὶ τοῦτο αὐτὸς δεδήλωκεν ἐν τοῖς πρὸς Τιμόθεον γράμμασιν· «Ἐν τῇ πρώτῃ μὲν ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο.» Καὶ ὅτε δὲ πρὸς αὐτὸ ἦν λοιπὸν τοῦ βίου τὸ τέρμα, οὐκ ἐν τῇ Ῥώμῃ διῆγεν ὁ θεῖος Τιμόθεος, ἀλλὰ μᾶλλον ἐν τῇ Ἀσίᾳ. Καὶ τοῦτο διδάσκει σαφέστερον ἡ πρὸς αὐτὸν γραφεῖσα δευτέρα Ἐπιστολή. Εἰρηκὼς γάρ· «Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε·» μετ' ὀλίγα φησί· «Σπούδασον ἐλθεῖν πρός με ταχέως.» Εἶτα ἐπάγει· «Τὸν φελώνην, ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, ἄγαγε μετὰ σεαυτοῦ, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.» Τινὲς μέντοι φασὶ μηδέπω τοὺς Κολασσαεῖς τεθεαμένον τὸν θεῖον Ἀπόστολον γράψαι πρὸς αὐτοὺς τὴν Ἐπιστολὴν, καὶ τοῦτο συνιστάνειν ἐκ τῶν ῥητῶν ἐκείνων ἐπιχειροῦσι· «Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί.» Ἔδει δὲ συνιδεῖν τῶν ῥητῶν τὴν διάνοιαν. Βούλεται γὰρ εἰπεῖν, ὅτι Οὐ μόνον ὑμῶν, ἀλλὰ καὶ τῶν μὴ τεθεαμένων με πολλὴν ἔχω φροντίδα. Εἰ γὰρ τῶν μὴ ἑωρακότων αὐτὸν μόνον τὴν μέριμναν περιέφερε, τῶν ἀπολαυσάντων αὐτοῦ τῆς θέας καὶ τῆς διδασκαλίας οὐδεμίαν ἔχει φροντίδα. Κατ' ἐκείνην γὰρ τὴν διάνοιαν τοῦτό ἐστι νοῆσαι· «Ἡλίκον γὰρ, φησὶν, ἀγῶνα ἔχω περὶ ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί.» Δῆλον τοίνυν, ὡς οὐ περὶ αὐτῶν τοῦτο ἔφη, ἀλλὰ βεβαιῶσαι τὰ κατ' αὐτοὺς βουληθεὶς ἐκεῖνο τέθεικεν,