Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.605
Not analysed yet
«Ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης· (κηʹ.) «Ὃν ἡμεῖς καταγγέλλομεν.» Οὐ γὰρ αἱ τῶν ἡμερῶν καὶ τῶν βρωμάτων παρατηρήσεις, ἀλλ' ὁ Δεσπότης Χριστὸς ἐκείνης ὑμᾶς ἀξιώσει τῆς δόξης. Ἐλπίδα γὰρ δόξης τὴν προσδοκωμένην ἐκάλεσε δόξαν. «Νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ. (κθʹ.) Εἰς ὃ καὶ κοπιῶ, ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.» Πάντα δὲ πόνον ἀσπαστῶς ἀναδέχομαι ὑπὸ τῆς θείας βοηθούμενος χάριτος, ὥστε πάντας ἀνθρώπους διὰ τῆς τοῦ κηρύγματος διδασκαλίας ἀποφῆναι τελείους. Τελειότητα δὲ, οὐχ ὁ νόμος, ἀλλ' ἡ τοῦ κηρύγματος σοφία χαρίζεται. Εἶτα καὶ ἣν ἔχει περὶ αὐτοὺς φιλοστοργίαν γυμνοῖ. ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ. «Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί.» Πεπεῖσθαι γὰρ ὑμᾶς βούλομαι, ὡς πολλὴν περιφέρω φροντίδα, καὶ ὑπὲρ ὑμῶν, καὶ ὑπὲρ Λαοδικέων, καὶ οὐ μόνον ὑπὲρ ὑμῶν καὶ ὑπὲρ Λαοδικέων, ἀλλὰ καὶ ὑπὲρ πάντων τῶν μηδέπω με τεθεαμένων. Ὅτι δὲ ταῦτα κατὰ ταύτην αὐτῷ τὴν διάνοιαν εἴρηται, καὶ τὰ ἐπαγόμενα δηλοῖ· βʹ. «Ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν.» Οὐκ εἶπεν, Ὑμῶν, ἀλλ', Αὐτῶν· τουτέστι, τῶν μηδέπω τεθεαμένων. Τίς δὲ τῆς παρακλήσεως ὁ τρόπος; «Συμβιβασθέντων ἐν ἀγάπῃ.» Ἵνα τὴν κατὰ Χριστὸν φυλάξωσι συμφωνίαν. «Καὶ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως.» Καὶ μετὰ πάσης πληροφορίας τὸν τοῦ κηρύγματος καταδέξωνται πλοῦτον. «Εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τοῦ Χριστοῦ· (γʹ.) ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι.» Ἔδειξε κοινὸν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ τῆς οἰκονομίας μυστήριον· ἐν δὲ τῷ Χριστῷ ἔφη πάντας εἶναι τῆς σοφίας καὶ τῆς γνώσεως τοὺς θησαυροὺς ἀποκρύφους· ἐπειδὴ δι' αὐτοῦ κατὰ τὸν μέλλοντα βίον ἀποκαλύπτεται πᾶσιν ἀνθρώποις ὁ τῆς οἰκονομίας σκοπός. Ταῦτα μέντοι ἅπαντα εἴρηκε, τὴν ἐπισκήψασαν ἰατρεύων νόσον, καὶ διδάσκων ὡς οὐχ αἱ νομικαὶ παρατηρήσεις, ἀλλ' ἡ εἰς τὸν Κύριον πίστις προξενεῖ τὴν ἀληθῆ σωτηρίαν. Τοῦτο γὰρ ἐπήγαγε· δʹ. «Τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ.» Τούτοις δὲ ἐχρησάμην τοῖς λόγοις, παρακαλῶν ὑμᾶς, τοῖς ἀπατηλοῖς μὴ ὑπάγεσθαι λόγοις. εʹ. «Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.» Πάλιν ἀναμίγνυσι τῇ διδασκαλίᾳ τὰς εὐφημίας, καταθέλγων τὴν ἀκοὴν, καὶ τῇ παραινέσει