Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.608
Not analysed yet
προκατασκευάζων τὴν εἴσοδον. Καὶ διὰ τούτων δὲ πάλιν δεδήλωκεν, ὡς θεασάμενος αὐτοὺς ἔγραψε τὴν Ἐπιστολήν. Ὥσπερ γὰρ ἐνταῦθα ἔφη· Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι· οὕτως καὶ Κορινθίοις ἐπέστειλεν· «Ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι.» ϛʹ, ζʹ. «Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε. Ἐῤῥιζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ, καὶ βεβαιούμενοι ἐν τῇ πίστει, καθὼς ἐδιδάχθητε, περισσεύοντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ.» Ἀκήρατον ἣν παρελάβετε διδασκαλίαν φυλάξατε, καὶ ταῖς εὐαγγελικαῖς ἀκολουθεῖτε νομοθεσίαις, βεβαίαν ἐπιδεικνύμενοι πίστιν· τοῦτο γὰρ λέγει, ἐῤῥιζωμένοι· καὶ τῆς ἀρετῆς προστιθέντες τὴν κτῆσιν· τοῦτο γὰρ δηλοῖ τὸ, ἐποικοδομούμενοι. Τὸ δὲ, περισσεύοντες ἐν τῇ πίστει, ἀντὶ τοῦ, Τελείαν αὐτὴν ἔχετε, μηδὲν αὐτῇ ἐλλειπέτω, ἀλλὰ καὶ ἀναβλυζέτω, καὶ περιττευέτω ἐν ὑμῖν· ὥστε ὑμᾶς διὰ πάντα τὸν εὐεργέτην ὑμνεῖν. Τοῦτο γὰρ λέγει, ἐν εὐχαριστίᾳ. ηʹ. «Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν.» Ἣν ἄνω πιθανολογίαν, ἐνταῦθα φιλοσοφίαν ἐκάλεσε· κενὴν δὲ ἀπάτην, τὴν ματαίαν ἔφη καὶ βλαβερὰν παράδοσιν τῶν ἀνθρώπων, οὐκ αὐτὸν τὸν νόμον, ἀλλὰ τὴν ἄκαιρον αὐτοῦ φυλακήν· στοιχεῖα δὲ τοῦ κόσμου, τὴν τῶν ἡμερῶν παρατήρησιν· ἀπὸ γὰρ ἡλίου καὶ σελήνης ἡμέραι καὶ νύκτες. Παρεγγυᾷ τοίνυν αὐτοὺς ἐγρηγορέναι καὶ νήφειν, καὶ τοὺς ἀποσυλᾷν τὴν πίστιν ἐπιχειροῦντας παντελῶς ἀποστρέφεσθαι, ὡς τοῦ μὲν Χριστοῦ χωρίζοντας, ταῖς δὲ ἀκερδέσι τοῦ νόμου παραφυλακαῖς προσδεσμοῦντας. θʹ. «Ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς.» Τινὲς τῶν διδασκάλων ἐνταῦθα Χριστὸν τὴν Ἐκκλησίαν ἔφησαν ὠνομᾶσθαι, καὶ ἐν αὐτῇ κατοικεῖν πᾶν τὸ πλήρωμα τῆς θεότητος. Οὐκ οἶδα δὲ, εἰ καὶ σωματικῶς ἁρμόττει τῇ τοιαύτῃ τοῦ νοήματος θεωρίᾳ. Ἡγοῦμαι τοίνυν, ἐπειδὴ κεφαλὴν τῆς Ἐκκλησίας ὠνόμασε τὸν Χριστὸν, δῆλον δὲ ὅτι κατὰ τὸ ἀνθρώπειον ἡμῶν ἐστι κεφαλὴ, ὡς καὶ περὶ ἀνθρώπου καὶ ταῦτα εἰρῆσθαι, πᾶσαν ἐν αὑτῷ φέροντος τὴν θεότητα. Καὶ γὰρ δηλῶσαι θέλων ὁ θεῖος Ἀπόστολος τοῦ νόμου καὶ τῆς χάριτος τὸ διάφορον, τῇ τῶν στοιχείων πτωχείᾳ παρατέθεικε τὸν Χριστόν· καὶ δεῖξαι τὴν ὑπερβολὴν ἐκ παραλλήλου βουλόμενος, προστέθεικεν· Ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, τουτέστιν, ὡς ἐν ἰδίῳ σώματι. Οὐ γὰρ μερικήν τινα χάριν, φησὶ, Μωσῇ παραπλησίως ἐδέξατο. Θεὸς γάρ ἐστιν ἄνθρωπος, καὶ τὸ ὁρώμενον τοῦτο πᾶσαν ἔχει