Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.609
Not analysed yet
ἡνωμένην τοῦ Μονογενοῦς τὴν θεότητα. Ταύτῃ δὲ τῇ διανοίᾳ καὶ τὰ ἑξῆς συμφωνεῖ· ιʹ. «Καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι.» Τῆς γὰρ παρ' αὐτοῦ χάριτος ἀπηλαύσατε, καὶ τὰς ἐκεῖθεν φερομένας ἀκτῖνας ἐδέξασθε. «Ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας.» Καὶ ἐντεῦθεν δῆλον, ὡς οὐ περὶ τῆς Ἐκκλησίας ἐκεῖνα εἴρηκεν, ἀλλὰ περὶ αὐτοῦ τοῦ Δεσπότου Χριστοῦ, ὃς ἡμῶν μέν ἐστι κατὰ τὸ ἀνθρώπειον κεφαλὴ, ἀγγέλων δὲ καὶ ἀρχαγγέλων κατὰ τὴν θείαν φύσιν δεσπόζει. Ἐνταῦθα γὰρ τὸ, κεφαλὴ, ἀντὶ τοῦ, ἀρχὴ, τέθεικε. Καὶ τὰ ἑξῆς δείκνυσιν, ὡς οὐ τὴν Ἐκκλησίαν ἄνω Χριστὸν ἐκάλεσεν. ιαʹ. «Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ.» Ἐπειδὴ γὰρ ὑπαχθέντες τὴν νομικὴν πολιτείαν ἠσπάσαντο, διδάσκει πάλιν τῆς περιτομῆς τὴν διαφοράν. Οὐ γάρ ἐστι, φησὶ, σαρκικὴ, ἀλλὰ πνευματικὴ, οὐδὲ χειροποίητος, ἀλλὰ θεία, οὐδὲ σμικροῦ σώματος ἀφαίρεσις, ἀλλὰ πάσης ἀπαλλαγὴ τῆς φθορᾶς. Τούτων δὲ αἴτιος οὐχ ὁ νόμος, ἀλλ' ὁ Δεσπότης Χριστὸς, ὁ τοῦ νόμου νομοθέτης. Τοῦτο γὰρ εἶπεν, ἐν ᾧ καὶ περιετμήθητε· καὶ πάλιν, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ. Ἀπέκδυσιν δὲ τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκὸς, τὸ σωτήριον ἐκάλεσε βάπτισμα· ἐν ἐκείνῳ γὰρ ἀποδυόμεθα τὸν ἐῤῥυπωμένον τῆς ἁμαρτίας χιτῶνα. Τύπος δὲ τῶν μελλόντων, τὸ πανάγιον βάπτισμα. Ἐν δὲ τῷ μελλόντι βίῳ, ἄφθαρτον καὶ ἀθάνατον τὸ σῶμα γενόμενον, οὐκ ἔτι δέξασθαι δύναται τῆς ἁμαρτίας τὸν ῥύπον. Ὅτι δὲ περὶ τοῦ βαπτίσματος ἐκεῖνα εἴρηκε, καὶ τὰ ἑξῆς μαρτυρεῖ· ιβʹ. «Συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι.» Ἐπειδὴ δὲ θανάτου τύπον ἐκάλεσε τὸ σωτήριον βάπτισμα (τοῦτο γὰρ εἶπε, συνταφέντες), εὐαγγελίζεται τὴν ἀνάστασιν· «Ἐν ᾧ καὶ συνηγέρθητε.» Καὶ ἐπειδὴ ἔτι θνητὴν ἔχομεν φύσιν, ἐπήγαγε· «Διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ, τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν.» Πιστεύοντες γὰρ τῇ τοῦ Θεοῦ δυνάμει προσμένομεν τὴν ἀνάστασιν, ἐνέχυρον ἔχοντες τοῦ Δεσπότου Χριστοῦ τὴν ἀνάστασιν. ιγʹ. «Καὶ ὑμᾶς, νεκροὺς ὄντας ἐν τοῖς παραπτώμασι, καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησε σὺν αὐτῷ, χαρισάμενος ὑμῖν πάντα τὰ παραπτώματα.» Πάντας ἡμᾶς ἀνεῖλεν ἡ ἁμαρτία. Αὕτη γὰρ ἡμῖν τοῦ θανάτου τὴν ψῆφον ἐπήνεγκεν. Ἀλλ' ὁ τῶν ὅλων Θεὸς κοινωνοὺς ἡμᾶς ἀπέφηνε τῆς τοῦ Δεσπότου Χριστοῦ ζωῆς, καὶ τῶν ἁμαρτημάτων ἡμῖν ἄφεσιν ἐδωρήσατο. Ἀκροβυστίαν δὲ τῆς σαρκὸς, τὴν πονηρίαν ἐκάλεσε, διδάσκων ὡς ἡ μὲν τοῦ σώματος ἀκροβυστία οὐδὲν λωβᾶται τοῖς ἔχουσιν, ἡ δὲ τῆς ψυχῆς καὶ σώματι λυμαίνεται καὶ ψυχῇ. Ἐκ