Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.65
Not analysed yet
μετὰ πάσης ἀσπάζονται προθυμίας· καὶ ἣν οὐδεὶς ἂν αὐτῶν δικαστὴς κατεψηφίσατο τιμωρίαν, ταύτην αὐτοὶ καθ' ἑαυτῶν ἐπισπῶνται. Τί δὲ τὸ αἴτιον τῶν κακῶν; κηʹ. Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα. Εἰ γὰρ δὴ γνῶναι αὐτὸν ἐβουλήθησαν, τοῖς θείοις ἂν ἠκολούθησαν νόμοις. Ἐπειδὴ δὲ τὸν Ποιητὴν ἠρνήθησαν, τῆς ἐκείνου προνοίας παντελῶς ἐγυμνώθησαν. Οὗ δὴ χάριν πᾶν εἶδος κακίας σὺν ἀδείᾳ τολμῶσι. κθʹ. Πεπληρωμένους πάσῃ ἀδικίᾳ. —Ἀδικίαν καλεῖ τὴν ἐναντίαν ἐκ διαμέτρου τῇ δικαιοσύνῃ κειμένην. Ἐκ γὰρ ταύτης ὡς ἐπίπαν εἶδος βλαστάνει κατηγορούμενον. Διέξεισι δὲ καὶ αὐτὰ τὰ βλαστήματα. Πορνείᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ· μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας· ψιθυριστὰς. (λʹ, λαʹ). Καταλάλους, θεοστυγεῖς, ὑβριστὰς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήμονας. Καὶ καλεῖ πορνείαν μὲν τὴν οὐ κατὰ γάμον γινομένην συνουσίαν. Πονηρίαν δὲ, τὴν θηριώδη γνώμην· πλεονεξίαν δὲ, τὴν τοῦ πλείονος ἔφεσιν, καὶ τῶν οὐ προσηκόντων τὴν ἁρπαγήν. Κακίαν, τῆς ψυχῆς τὴν ἐπὶ τὰ χείρω ῥοπὴν, καὶ τὸν ἐπὶ βλάβῃ τοῦ πέλας γινόμενον λογισμόν. Μεστοὺς φθόνου χαλεπὸν τὸ πάθος, καὶ φέρειν οὐκ ἀνεχόμενον τοῦ πέλας τὴν εὐπραξίαν· οὗτος καὶ τὸν φόνον ἐγέννησε, καὶ τὸν δόλον ἐκύησε· φθόνῳ γὰρ ὁ Κάϊν τρωθεὶς, καὶ δόλῳ χρησάμενος συνεργῷ, ἐξήγαγε μὲν εἰς τὸ πεδίον τὸν ἀδελφὸν, τὸν δὲ φόνον ἐτόλμησε. Κακοήθεις δὲ καλεῖ, τοὺς εἰς ἐπιβουλὴν κεχρημένους τοῖς λογισμοῖς, καὶ τὴν βλάβην τῷ πέλας τεκταινομένους. Ψιθυριστὰς δὲ, τοὺς πρὸς τὸ οὖς διαλεγομένους, καὶ παρόντας τινὰς κακῶς ἀγορεύοντας. Καταλάλους, τοὺς διαβολαῖς κατὰ τῶν ἀπόντων ἀδεῶς κεχρημένους. Θεοστυγεῖς, τοὺς ἀπεχθῶς περὶ τὸν Θεὸν διακειμένους. Ὑβριστὰς, τοὺς περὶ τὴν παροινίαν προχείρους. Ὑπερηφάνους, τοὺς ἐφ' οἷς ἔχουσι πλεονεκτήμασι μεγάλα φρονοῦντας. Ἀλαζόνας, τοὺς οὐδεμίαν μὲν ἔχοντας πρόφασιν εἰς φρονήματος ὄγκον, μάτην δὲ φυσιωμένους. Ἐφευρετὰς κακῶν, τοὺς οὐ μόνον τὰ πολιτευόμενα τολμῶντας κακὰ, ἀλλὰ καὶ ἕτερα προεπινοοῦντας. Γονεῦσιν ἀπειθεῖς, ἀτοπία καὶ αὕτη μεγίστη, τὴν φύσιν κατήγορον ἔχουσα. Ἀσυνέτους· οἱ γὰρ εἰς τὸν παράνομον ἐξοκείλαντες βίον, τοῦ λογικοῦ τοὺς χαρακτῆρας ἀπέβαλον. Ἀσυνθέτους, τοὺς ἀκοινώνητον καὶ πονηρὸν βίον ἀσπαζομένους. Ἀστόργους, τοὺς φιλίας νόμους μαθεῖν οὐκ ἐθέλοντας. Ἀσπόνδους, τοὺς ἀδεῶς τὰ συγκείμενα παραβαίνοντας. Ἀνελεήμονας, τοὺς τῶν θηρίων τὴν ὠμότητα μιμουμένους.