Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.64
Not analysed yet
δριαντοποιοὶ, καὶ ἀγαλματογλύφοι, καὶ ζωγράφοι τὰς εἰκόνας μιμοῦνται, ἀλλὰ τῶν φθειρομένων σωμάτων. Οὐκ ἤρκεσε δὲ αὐτοῖς εἰς ἀσέβειαν τοῦτο· ἀλλὰ καὶ τῶν πετεινῶν, ταὶ τῶν τετραπόδων, καὶ τῶν ἑρπετῶν προσεκύνησαν τὰ ἰνδάλματα. Ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὡς τούτων τὰ μὲν ἐσθίουσιν ὡς ἐδώδιμα, τὰ δὲ μυσάττονται ὡς ἀκάθαρτα, τὰ δὲ φεύγουσιν ὡς ἐπίβουλα. Ἀλλ' ἐξ ἀβελτερίας, καὶ παραπληξίας ἐσχάτης, καὶ ὧν ἤσθιον, καὶ ὧν ἐμυσάττοντο, καὶ ὧν ἀνῄρουν, τὰς εἰκόνας ἐθεοποίησαν. κδʹ. Διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς. Τὸ παρέδωκεν ἀντὶ τοῦ συνεχώρησε τέθεικε. Λέγει δὲ, ὅτι θεασάμενος αὐτοὺς, οὔτε διὰ τῆς κτίσεως πρὸς τὸν Ποιητὴν ποδηγηθῆναι θελήσαντας, οὔτε διὰ τῆς τῶν λογισμῶν διακρίσεως, ἑλέσθαι μὲν τῶν πρακτέων τὰ κρείττω, φυγεῖν δὲ τὰ χείρω, τῆς οἰκείας προμηθείας ἐγύμνωσε, καὶ καθάπερ σκάφος ἀτερμάτιστον φέρεσθαι εἴασεν· οὐκ ἀνασχόμενος κυβερνᾷν τοὺς εἰς ἐσχάτην ἐκπεσόντας ἀσέβειαν, ἥτις καὶ τὸν παράνομον ἀπεκύησε βίον. κεʹ. Οἵτινες μετηλλάξαντο τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Ὑποβάθρα, φησὶ, τῆς παρανομίας γεγένηται ἡ ἀσέβεια· δι' ἀμφότερα δὲ τῆς θείας ἐγυμνώθησαν χάριτος. Ἀλήθειαν δὲ τοῦ Θεοῦ καλεῖ τὸ Θεὸς ὄνομα· ψεῦδος δὲ τὸ χειροποίητον εἴδωλον. Δέον γὰρ αὐτοὺς τὸν ἀληθῆ προσκυνῆσαι Θεὸν, τῇ κτίσει τὸ θεῖον σέβας προσήνεγκαν. Ταύταις ὑπόκεινται ταῖς κατηγορίαις, καὶ οἱ τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν κτίσμα μὲν ἀποκαλοῦντες, ὡς δὲ Θεὸν προσκυνοῦντες. Δεῖ γὰρ, ἢ θεολογοῦντας μὴ τῇ κτίσει συντάττειν, ἀλλὰ τῷ γεγεννηκότι Θεῷ· ἢ κτίσμα προσαγορεύοντας, τὸ σέβας αὐτῷ μὴ προσφέρειν τῷ θείῳ. Ἀλλὰ ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν. κϛʹ, κζʹ. Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας. Αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν. Ὁμοίως δὲ καὶ οἱ ἄῤῥενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄῤῥενες ἐν ἄῤῥεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι. Κατάλληλος ἡ παρανομία τῇ δυσσεβείᾳ. Ὥσπερ γὰρ μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει· οὕτω τὴν ἔννομον τῆς ἐπιθυμίας ἀπόλαυσιν μετέβαλον εἰς παράνομον. Καὶ τὴν ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. Τιμωρία γὰρ ἐσχάτη τοῦδε τοῦ πάθους ἡ ἀτιμία. Ἃ γὰρ οὐδεὶς αὐτοὺς τῶν πολεμίων ἐπειράθη διαθεῖναί ποτε, ταῦτα