Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.653
Not analysed yet
γορότας γὰρ ἐκάλεσε τοὺς ἔτι κατ' ἐκεῖνον τὸν καιρὸν περιόντας· καθεύδοντας δὲ τοὺς τετελευτηκότας. ιαʹ. «Διὸ παρακαλεῖτε ἀλλήλους, καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.» Ἀλλήλους τοιγαροῦν ψυχαγωγεῖτε, καὶ ἐπὶ ταύτης βεβαιοῦτε τῆς πίστεως. Οὕτω καὶ τοῦτον συμπεράνας τὸν λόγον, τὴν περὶ τῶν διδασκάλων αὐτοῖς προσφέρει παραίνεσιν. ιβʹ, ιγʹ. «Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς, καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε ἐν αὐτοῖς.» Δίκαιον πάσης παρ' ὑμῶν ἀξιοῦσθαι τοὺς διδασκάλους τιμῆς, καὶ τὸ προσῆκον αὐτοῖς παρ' ὑμῶν προσφέρεσθαι γέρας, καὶ μὴ ἀντιλέγειν τοῖς παρ' αὐτῶν λεγομένοις. Τοῦτο γὰρ λέγει, Εἰρηνεύετε ἐν αὐτοῖς. Τὸ δὲ, προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, ἀντὶ τοῦ, ὑπερευχομένους ὑμῶν, καὶ τῷ Θεῷ τὴν ὑπὲρ ὑμῶν πρεσβείαν προσφέροντας. Τὸ δὲ, Ἡγεῖσθε αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ, ἀντὶ τοῦ, Πλείονος αὐτοὺς ἀξιοῦτε τιμῆς μετὰ διαθέσεως προσφερομένης εἰλικρινοῦς. ιδʹ. «Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, νουθετεῖτε τοὺς ἀτάκτους.» Τοὺς ἀργίᾳ συζῶντας οὕτως ἐκάλεσεν, ὡς τὴν κειμένην μὴ φυλάττοντας τάξιν· τούτους οὐ μισεῖσθαι, ἀλλὰ νουθετεῖσθαι προσέταξε. «Παραμυθεῖσθε τοὺς ὀλιγοψύχους.» Ὀλιγοψύχους τοὺς ἐπὶ τοῖς τεθνεῶσιν ἀμέτρως ἀθυμοῦντας ὠνόμασεν· ὡσαύτως δὲ καὶ τοὺς μὴ ἀνδρείως φέροντας τῶν ἐναντίων τὰς προσβολάς. «Ἀντέχεσθε τῶν ἀσθενῶν.» Τοὺς μὴ ἑδραίαν κεκτημένους πίστιν ὑπερείδετε. «Μακροθυμεῖτε πρὸς πάντας.» Καὶ τοὺς οἰκείους, καὶ τοὺς ἀλλοτρίους· τοῦτο γὰρ ἐπήγαγεν· ιεʹ. «Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε, καὶ εἰς ἀλλήλους, καὶ εἰς πάντας.» Τοῦτο καὶ Ῥωμαίοις ἐπιστέλλων ἔγραψε· «Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.» ιϛʹ. «Πάντοτε χαίρετε.» Καὶ ἐν πενίᾳ, καὶ ἐν ἀῤῥωστίᾳ, καὶ αἰκιζόμενοι, καὶ στρεβλούμενοι, καὶ καθειργόμενοι. ιζʹ. «Ἀδιαλείπτως προσεύχεσθε.» Οὐδὲ τοῦτο τῶν ἀδυνάτων· ῥᾴδιον γὰρ καὶ τῷ ἐσθίοντι τὸν Θεὸν ἀνυμνεῖν, καὶ τῷ βαδίζοντι τὴν θείαν συμμαχίαν αἰτεῖν. ιηʹ. «Ἐν παντὶ εὐχαριστεῖτε.» Μὴ μόνον ἐν τοῖς θυμήρεσιν, ἀλλὰ κἀν τοῖς ἐναντίοις. Οἶδε γὰρ τὸ συμφέρον ὁ μεγαλόδωρος. «Τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.» Ῥᾴδιον ἦν αὐτῷ κατασβέσαι πᾶσαν τὴν ζάλην, ἀλλὰ διὰ τρικυμιῶν βούλεται τὴν ἡμετέραν πραγματεύσασθαι σωτηρίαν. ιθʹ. «Τὸ πνεῦμα μὴ σβέννυτε.» Καὶ τί τὸ τοῦτο ποιοῦν;