Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.656
Not analysed yet
κʹ. «Προφητείας μὴ ἐξουθενεῖτε.» Τινές φασιν, ὡς ἐπανέστησεν ὁ διάβολος καὶ κατὰ τὸν τῶν ἀποστόλων καιρὸν τοῖς προφήταις ψευδοπροφήτας, καὶ ὅτι τινὲς διὰ τὰς ψευδεῖς προφητείας καὶ τοὺς τἀληθῆ προαγορεύοντας προφητεύειν ἐκώλυον. Παρεγγυᾷ τοίνυν αὐτοῖς τὴν προφητικὴν μὴ κωλύειν χάριν, ὡς τῶν τοῦτο ποιούντων μονονουχὶ σβεννύντων τὴν ἐκεῖθεν φερομένην αὐγήν. Τοῦτο δηλοῖ καὶ τὰ ἑξῆς. καʹ. «Πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε.» Ῥᾴδιον ὑμῖν διαγνῶναι, τίνα μὲν τὰ τοῦ θείου Πνεύματος, τίνα δὲ τὰ τοῦ ἐναντίου. Τὰ τῆς ἀπάτης τοίνυν ἀποκρίναντες, τὰ τῆς ἀληθείας κατέχετε. Εἶτα γενικῶς ἀποτρέπει. κβʹ. «Ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.» Κατὰ ταυτὸν συμπεριέλαβε τὰ δογματικὰ καὶ τὰ ἠθικά. κγʹ. «Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς.» Τουτέστι, τελείως. «Καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.» Πνεῦμα τὸ χάρισμα κέκληκε. Τοῦτο δὲ αὐτοῖς μέχρι τῆς Δεσποτικῆς παρουσίας ἐπηύξατο φυλαχθῆναι. Ἕπεται δὲ αὐτοῦ ἡ φυλακὴ τῇ τῆς ψυχῆς καὶ τοῦ σώματος καθαρότητι. κδʹ. «Πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.» Τὸ, πιστὸς, ἀντὶ τοῦ, ἀληθής. Ὁ γὰρ ἐπὶ τὸ σῶσαι καλέσας, τῷ ἀγαθῷ ὑμῶν συμπράξει σκοπῷ. Εἶτα πάλιν τὸ μέτριον αὑτοῦ δείκνυσι φρόνημα. κεʹ. «Ἀδελφοὶ, προσεύχεσθε περὶ ἡμῶν.» Τοῦτο δὲ τέθεικεν, οὐχ ἵνα λάβῃ μόνον τῆς εὐχῆς τὴν βοήθειαν, ἀλλ' ἵνα καὶ αὐτοὺς μετριάζειν διδάξῃ. κϛʹ, κζʹ. «Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν ἁγίῳ φιλήματι. Ὁρκίζω ὑμᾶς τὸν Κύριον, ἀναγνωσθῆναι τὴν Ἐπιστολὴν πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς.» Τὸν ὅρκον προστέθεικε, πᾶσι τὴν ἐκ τῆς ἀναγνώσεως ὠφέλειαν πραγματευόμενος. Εἰκὸς γὰρ ἦν τοὺς πρώτους τὴν Ἐπιστολὴν δεξαμένους μὴ πᾶσι ταύτην προσενεγκεῖν. κηʹ. «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. Ἀμήν.» Ταύτης καὶ ἡμεῖς ἀπολαύσαιμεν· ἀπολαυσόμεθα δὲ, ἢν ἐθελήσωμεν. Πάντων γὰρ ἡμῶν ἀπόστολος καὶ διδάσκαλος, ὁ τήνδε τὴν εὐλογίαν προσενεγκών. Ἢν τοίνυν τοὺς τεθέντας φυλάττωμεν νόμους, καὶ τοῦ νομοθέτου τὴν εὐλογίαν τρυγήσομεν· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα πρέπει καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Θεσσαλονικεῖς πρώτη ἐγράφη ἀπὸ Ἀθηνῶν.