Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.657
Not analysed yet
ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ Βʹ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗΣ. ΥΠΟΘΕΣΙΣ. Γνοὺς ὁ θεῖος Ἀπόστολος τὴν ἐκ τῶν προτέρων γραμμάτων τοῖς Θεσσαλονικεῦσιν ἐγγινομένην ὠφέλειαν, καὶ ὅτι χαλεπῶς ὑπὲρ τῆς πίστεως πολεμούμενοι φέρουσι γενναίως τῶν ἐναντίων τὰς προσβολὰς, καὶ δευτέραν αὐτοῖς Ἐπιστολὴν γέγραφε, παραθήγων εἰς ἀνδρείαν, καὶ τῇ τῶν μελλόντων ἐλπίδι ψυχαγωγῶν. Ἐπειδὴ δὲ καὶ πεῖσαί τινες αὐτοὺς ἐπειράθησαν, ὡς ἐνέστηκεν ὁ τῆς συντελείας καιρὸς, τὸν Ἀπόστολον ταῦτα λέγοντες εἰρηκέναι· καὶ περὶ τούτων ἐπέστειλε, τὰ προσήκοντα διδάσκων, ὡς δεῖ πρότερον ὀφθῆναι τὸν τῆς ἀληθείας ἐχθρὸν, τὸν Ἀντίχριστον λέγων· εἶθ' οὕτω γίνεσθαι τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν. Παρῄνεσε δὲ καὶ τοῖς τὸν ἀργὸν βίον προαιρουμένοις τὰ πρόσφορα. Ἑκάστου δὲ τούτων τὴν διάνοιαν ἐκ τῆς τῶν ῥητῶν ἑρμηνείας εἰσόμεθα. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. αʹ, βʹ. «Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων, ἐν Θεῷ Πατρὶ ἡμῶν, καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Τοὺς αὐτοὺς πάλιν ἔλαβε κοινωνοὺς τῶν γραμμάτων, ὡς συνεργοὺς τοῦ κηρύγματος γενομένους. Τὸ δὲ, ἐν Θεῷ Πατρὶ, ἔοικε τῷ παρ' ἡμῶν ἐν ταῖς ἐπιστολαῖς γραφομένῳ. Καὶ γὰρ ἡμεῖς εἰώθαμεν γράφειν· Ὁ δεῖνα τῷ δεῖνι ἐν Κυρίῳ χαίρειν. Καὶ ἐνταῦθα δὲ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ ἰσοδύναμον ἡμᾶς ἐδίδαξεν. Εἰρηκὼς γὰρ, ἐν Θεῷ Πατρὶ ἡμῶν, ἐπήγαγε, καὶ ἐν Κυρίῳ Ἰησοῦ Χριστῷ. Καὶ πάλιν εἰπὼν, ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, προστέθεικε, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, ὡς τῶν αὐτῶν ἀγαθῶν καὶ παρὰ τοῦ Πατρὸς ἡμῖν καὶ παρὰ τοῦ Υἱοῦ χορηγουμένων. γʹ. «Εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν, καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους.» Πάλιν τῇ εὐχαριστίᾳ