Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.668
Not analysed yet
οὐκ ἀληθῆ θαύματα. Τοιαῦτα δὲ ποιοῦσι καὶ οἱ ἀπὸ τῶν ψήφων τὰς ἐπωνυμίας ἔχοντες. Δεικνύουσι γὰρ χρυσὸν οὐκ ἀληθῶς ὄντα χρυσὸν, καὶ ἕτερά τινα, ἃ μετ' ὀλίγον ἐλέγχεται. «Ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτοὺς, καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, (ιαʹ.) ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύοντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ.» Ἀγάπην ἀληθείας τὸν Κύριον κέκληκεν, ὡς ἀληθῶς ἡμᾶς καὶ γνησίως ἀγαπήσαντα. Τοῦτο δὲ καὶ αὐτὸς ὁ Δεσπότης ἔφη τοῖς Ἰουδαίοις· «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἔρχεται ἄλλος ἐν τῷ ἰδίῳ ὀνόματι, κἀκεῖνον λήψεσθε. Ἰουδαίοις τοίνυν μάλιστα πρόφασις συγγνώμης οὐδεμία καταλειφθήσεται. Ὡς ἀντιθέῳ γὰρ πιστεῦσαι τῷ Κυρίῳ μὴ βουληθέντες, ἐκείνῳ πιστεύσουσι· καίτοι ὁ μὲν Κύριος Θεὸν ἑαυτὸν προφανῶς οὐκ ἐκάλεσε· ὑπὸ δὲ τοῦ πατρὸς ἀπεστάλθαι, καὶ ἐντολὴν εἰληφέναι, καὶ τὰ ἀρεστὰ ποιεῖν ἔλεγε τῷ Θεῷ καὶ Πατρί. Οὗτος δὲ τοὐναντίον ἑαυτὸν ἀποκαλέσει τῶν ὅλων Θεόν. Ἀλλ' ὅμως αὐτὸν οἱ Ἰουδαῖοι προσμένουσι, καὶ παραγενομένῳ πιστεύσουσι. Τὸ δὲ, Πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, ἀντὶ τοῦ, Συγχωρήσει φανῆναι τὴν πλάνην, τέθεικεν, ὥστε δειχθῆναι τῆς πονηρίας τοὺς ἐραστάς. Οὐ γὰρ αὐτὸς αὐτὴν πέμψει, ἀλλ' αὐτὸς αὐτὴν ἀναλώσει τῷ λόγῳ τοῦ στόματος αὑτοῦ. ιβʹ, ιγʹ. «Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ Θεὸς ἀπ' ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ Πνεύματος, καὶ πίστει ἀληθείας. Εἰς ὃ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ Εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ταῦτα μὲν οὖν κατὰ τὸν προσήκοντα ἔσται καιρόν. Ἡμεῖς δὲ τὸν τῶν ἀγαθῶν χορηγὸν ἀνυμνοῦμεν, ὅτι τῆς σωτηρίας ὑμᾶς ἠξίωσε, καὶ Πνεύματος ἁγίου μετέδωκεν, ὥστε καὶ ἐφ' ὑμῖν αὐτὸν παρὰ πάντων ὑμνεῖσθαι. ιδʹ. «Ἄρα οὖν, ἀδελφοὶ, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε δι' Ἐπιστολῆς ἡμῶν.» Ἔχετε κανόνα διδασκαλίας τοὺς παρ' ἡμῶν ὑμῖν προσενεχθέντας λόγους, οὓς καὶ παρόντες ὑμῖν ἐκηρύξαμεν, καὶ ἀπόντες ἐγράψαμεν. Εἶτα πάλιν εὐχῇ τὴν διδασκαλίαν κρατύνει. ιεʹ, ιϛʹ. «Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ Θεὸς καὶ Πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰωνίαν, καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ὑμᾶς ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ.» Ὁ μισοῦντας ἀγαπήσας, καὶ ἐχθροὺς ὄντας καλέσας, καὶ τῶν