Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.669
Not analysed yet
μελλόντων ἀγαθῶν δεδωκὼς τὴν ἐλπίδα, κρατύναι ὑμᾶς ἐν τῇ πίστει, ὥστε καὶ λόγοις ἀγαθοῖς καὶ ἔργοις διαλάμπειν παραπλησίοις. Καὶ ταῦτα δὲ τὴν Ἀρείου καὶ Εὐνομίου βλασφημίαν ἐλέγχει, καὶ διδάσκει σαφῶς, ὡς οὐδὲ ἡ τάξις τῶν ὀνομάτων διαφορὰν ἀξιωμάτων δηλοῖ. Τὸν γὰρ Υἱὸν ἐνταῦθα προέταξε τοῦ Πατρὸς, οὐ μείζονα τοῦ Πατρὸς τὸν Υἱὸν εἶναι διδάσκων, ἀλλὰ τῇ τῆς τάξεως ἐναλλαγῇ τὴν ὁμοτιμίαν δεικνύων. ΚΕΦΑΛ. Γʹ. αʹ, βʹ. «Τὸ λοιπὸν προσεύχεσθε περὶ ἡμῶν, ἀδελφοὶ, ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς· καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων.» Διπλῆ μὲν ἡ αἴτησις εἶναι δοκεῖ, μία δὲ ὅμως ἐστί. Τῶν γὰρ πονηρῶν ἀνθρώπων ἡττωμένων, ἀκωλύτως καὶ ὁ τοῦ κηρύγματος συντρέχει λόγος. «Οὐ γὰρ πάντων ἡ πίστις.» Τοῦτο καὶ ἀλλαχοῦ ἔφη· Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος· Θεοῦ γὰρ ἴδιον τὸ καλεῖν, ἡμῶν δὲ τὸ πείθεσθαι. Οὕτω καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ὁ Κύριος ἔλεγεν· «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.» Καί· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθήτω μοι.» Οὐ γὰρ ἀνάγκῃ βιάζεται, ἀλλὰ τὴν γνώμην ζητεῖ. γʹ. «Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς, καὶ φυλάξει ἀπὸ τοῦ Πονηροῦ.» Ἣν ᾔτησεν εὐχὴν ἀντιδέδωκε. δʹ. «Πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ' ὑμᾶς, ὅτι ἃ παραγγέλλομεν ὑμῖν, καὶ ποιεῖτε, καὶ ποιήσετε.» Καὶ τοῦτο εἰς προτροπὴν αὐτῶν τέθεικεν, ἵνα μαθόντες οἵας ἔχει δόξας περὶ αὐτῶν, τοῖς ἔργοις βεβαιώσωσι ταύτας. εʹ. «Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.» Ἀμφοτέρων ἡμῖν χρεία, καὶ προθέσεως ἀγαθῆς, καὶ τῆς ἄνωθεν συνεργείας. Τούτων τυχεῖν καὶ ὁ Προφήτης ἱκέτευσε· «Κατεύθυνον τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῇ διαβήματά μου.» Ὁ δὲ θεῖος Ἀπόστολος τὴν Τριάδα ἡμῖν ὑπέδειξε. Κύριον γὰρ τέθεικε, καὶ Θεὸν, καὶ Χριστόν. Δῆλον δὲ ὅτι Κύριον τὸ πανάγιον προσηγόρευσε Πνεῦμα. Οὕτω καὶ Κορινθίοις ἐπιστέλλων γέγραφεν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν.» Ἐντεῦθεν λοιπὸν περὶ τῶν τοὺς ἀποστολικοὺς ὅρους παραβαινόντων ποιεῖται τοὺς λόγους. ϛʹ. «Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοὶ, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἀξιόπιστον ἀπέφηνε τὸν λόγον τῇ τοῦ Κυρίου μνήμῃ. Αὐτὸς γάρ ἐστι, φησὶν, ὁ δι' ἡμῶν ταῦτα νομοθετῶν. Καὶ τίς ἡ παραγγελία; «Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ' ἡμῶν.» Τὸ, στέλλεσθαι, ἀντὶ τοῦ, χωρίζεσθαι, τέθεικε. Παράδοσιν δὲ λέγει, οὐ τὴν