Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.672
Not analysed yet
διὰ λόγων, ἀλλὰ τὴν διὰ τῶν ἔργων. Διδάσκει δὲ καὶ τίς αὐτή. ζʹ. «Αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν.» Τί δὲ τὸ εἶδος τῆς ἀταξίας; ηʹ. «Οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ' ἐν κόπῳ καὶ μόχθῳ, νύκτα καὶ ἡμέραν ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν.» Ἴστε σαφῶς ὡς τὸ θεῖον ὑμῖν προσφέροντες Εὐαγγέλιον, οὐδὲν παρ' οὐδενὸς ἐκομισάμεθα, ἀλλὰ νύκτωρ καὶ μεθ' ἡμέραν διετελέσαμεν πονοῦντες, ὥστε τῆς ἀναγκαίας ἐντεῦθεν ἀπολαύειν τροφῆς. Εἶτα διδάσκων ὡς ὑπὲρ τὸν θεῖον ταῦτα ἦν νόμον, ἐπήγαγεν· θʹ. «Οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ' ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς.» Οὕτω καὶ Κορινθίοις ἐπιστέλλων γέγραφε· «Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν;» Καὶ ὅτι ὁ Κύριος διέταξε τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ Εὐαγγελίου ζῇν. ιʹ. «Καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι, εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω.» Οὐδὲν καινὸν ὑμῖν γράφομεν, ἀλλ' ἅπερ ἐξ ἀρχῆς ὑμᾶς ἐδιδάξαμεν. Τὸ δὲ, μὴ ἐσθιέτω, οὐ πρὸς τοὺς παρέχοντας εἴρηκεν, ἀλλὰ πρὸς τοὺς ἀργίᾳ συζῶντας. Τοῖς δὲ παρέχουσι παραινεῖ μετ' ὀλίγα, μὴ εἰς τὴν ἐκείνων ἀφορᾷν μοχθηρίαν, ἀλλὰ τῇ οἰκείᾳ φιλοτιμίᾳ κεχρῆσθαι. ιαʹ. «Ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους.» Ἴδιον γὰρ τῶν ἀργίᾳ συζώντων ἀδολεσχία, καὶ φλυαρία, καὶ ἡ ἀνόνητος πολυπραγμοσύνη. ιβʹ. «Τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι, τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν.» Οὕτω τούτοις τὴν ἐργασίαν καὶ τὴν ἡσυχίαν νομοθετήσας, παραινεῖ τοῖς ἄλλοις τῇ φιλαδελφίᾳ κεχρῆσθαι. ιγʹ. «Ὑμεῖς δὲ, ἀδελφοὶ, μὴ ἐκκακήσητε καλοποιοῦντες.» Μὴ νικήσῃ τὴν ὑμετέραν φιλοτιμίαν ἡ ἐκείνων μοχθηρία. ιδʹ, ιεʹ. «Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν, διὰ τῆς ἐπιστολῆς τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ. Καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν.» Τούτῳ δεῖ τῷ κανόνι προσέχειν τοὺς τῶν Ἐκκλησιῶν πεπιστευμένους οἴακας. Τὴν γὰρ σωματικὴν θεραπείαν τῶν πλημμελούντων οὐκ ἐκώλυσεν ὁ θεῖος Ἀπόστολος· τῆς δὲ πνευματικῆς αὐτοὺς ἐστέρησε παῤῥησίας. Ἐπιμελείας δὲ αὐτοὺς ἀξιοῦσθαι προσέταξεν· Μὴ ὡς ἐχθρὸν γὰρ, φησὶν, ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. Μελῶν γὰρ νενοσηκότων ἐπέχουσι τάξιν· τοῖς δὲ τοιούτοις τὴν πρόσφορον θεραπείαν προσφέρειν εἰώθαμεν. ιϛʹ. «Αὐτὸς δὲ ὁ Κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην ἐν παντὶ τρόπῳ.» Ὥστε καὶ πρὸς αὐτὸν εἰρηνεύειν, καὶ πρὸς ἀλλήλους, καὶ τῆς τῶν ἐναντίων