Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.692
Not analysed yet
καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.» Οἰκουμένην μέλλουσαν τὸν μέλλοντα βίον ἐκάλεσε. Πάλιν μέντοι οὐχ ὡς Θεῷ τῷ Δεσπότῃ Χριστῷ, ἀλλ' ὡς ἀνθρώπῳ τοὺς ἀγγέλους παρεξετάζει, καὶ δείκνυσιν οὐ τοὺς ἀγγέλους, ἀλλ' αὐτὸν τὴν τῶν ὅλων ἀναδεξάμενον δεσποτείαν. Τὸ δὲ, Τί ἐστιν ἄνθρωπος; εἴρηται μὲν περὶ τῆς κοινῆς φύσεως, ἁρμόττει δὲ τῇ ἐξ ἡμῶν ἀπαρχῇ, ὡς οἰκειουμένῃ τὰ πάσης τῆς φύσεως. Οὕτως ἐκ προσώπου πάντων ἡμῶν εἴρηκε· «Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.» Αὐτὸς μὲν γὰρ καὶ κατὰ τὸ ἀνθρώπειον ἁμαρτίας ἀμύητος ἦν. «Ἁμαρτίαν γὰρ οὐ πεποίηκεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Τὰ δὲ ἡμέτερα οἰκειούμενος στόμα τῆς φύσεως γέγονεν. Αὐτὸς γὰρ τὰς ἁμαρτίας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν. Ὅτι δὲ καὶ ταύτην τὴν μαρτυρίαν, ὡς τῇ Δεσποτικῇ συμφωνοῦσαν διδασκαλίᾳ, ὁ θεῖος Ἀπόστολος τέθεικεν, ἀκούσωμεν τοῦ Κυρίου πρὸς Ἰουδαίους λέγοντος· «Οὐκ ἀνέγνωτε· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;» Οὗτος τοιγαροῦν ἐκ στόματος νηπίων καὶ θηλαζόντων καταρτισάμενος αἶνον, ἐπεσκέψατο τῶν ἀνθρώπων τὴν φύσιν. Ὁ δὲ θεῖος Ἀπόστολος τῇ προφητικῇ μαρτυρίᾳ τὴν ἑρμηνείαν προσήνεγκεν. «Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον.» Καὶ ἐπειδὴ εἰκὸς ἦν εἰπεῖν τινας· Καὶ μὴν πλείστους ὁρῶμεν ἀντιλέγοντας, καὶ προσκυνεῖν αὐτὸν οὐκ ἐθέλοντας, ἀναγκαίως ἐπήγαγε· «Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα.» Τοῦτο γὰρ καὶ ἤδη εἴρηκεν. Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν· ἀντὶ τοῦ, Ἐν ἐκείνῳ τῷ βίῳ πάντων κρατήσει· ὑποταγήσονται γὰρ τότε καὶ οἱ νῦν ἀντιλέγοντες. Ἐπειδὴ δὲ τῶν ἀγγέλων αὐτὸν καὶ Ποιητὴν εἴρηκε καὶ Δεσπότην, ἀπίθανον δὲ τοῦτο εἶναί πως ἐδόκει τοῖς ἀθάνατον μὲν διδασκομένοις τῶν ἀγγέλων τὴν φύσιν, τὸ δὲ τοῦ Δεσπότου Χριστοῦ μανθάνουσι πάθος, ἀναγκαίως καὶ περὶ τούτου διδασκαλίαν προσφέρει. θʹ. «Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου, δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χωρὶς Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.» Οὐ τῇ φύσει τῆς θεότητος τῶν ἀγγέλων ἠλάττωται, ἀλλὰ τῷ πάθει τῆς ἀνθρωπότητος. Καὶ αὐτὴ δὲ μετὰ τὴν ἀνάστασιν τῆς θείας μετέλαχε δόξης. Τὸ μέντοι πάθος ὑπὲρ ἁπάντων ὑπέμεινε. Πάντα γὰρ ὅσα κτιστὴν ἔχει τὴν φύσιν, ταύτης ἐδεῖτο τῆς θεραπείας· τοῦτο γὰρ εἶπεν, ὅπως χωρὶς Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. Μόνη, φησὶν, ἡ θεία φύσις ἀνενδεὴς, τἄλλα δὲ πάντα τοῦ τῆς ἐνανθρωπήσεως ἐδεῖτο φαρμάκου. Ἐνανθρωπήσας γὰρ ὁ Θεὸς Λόγος κατέλυσε τοῦ θα-