Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.693
Not analysed yet
νάτου τὸ κράτος· καταλύσας δὲ ἐπηγγείλατο ἡμῖν τὴν ἀνάστασιν· τῇ δὲ ἀναστάσει ἀφθαρσία καὶ ἀθανασία συνέζευκται· τῆς δὲ ἀφθαρσίας μεθέξει καὶ τὰ ὁρώμενα. Τοῦτο γὰρ καὶ ἐν τῇ πρὸς Ῥωμαίους ἔφη· «Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.» Καὶ οἱ ἄγγελοι δὲ ἐν θυμηδίᾳ διατελοῦσι τὴν τῶν ἀνθρώπων θεώμενοι σωτηρίαν. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ χαίρουσι, πολλῷ μᾶλλον τοσαύτας ὁρῶντες μυριάδας τῆς σωτηρίας ἀξιουμένας θυμηδίας πλησθήσονται. Ὑπὲρ ἁπάντων τοίνυν τὸ σωτήριον ὑπέμεινε πάθος. Μόνη γὰρ ἡ θεία φύσις τῆς ἐντεῦθεν γενομένης θεραπείας ἀνενδεής. ιʹ. «Ἔπρεπε γὰρ αὐτὸν δι' ὃν τὰ πάντα, καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.» Τὸν Θεὸν Λόγον ἔδειξεν ἣν ἀνέλαβε τελειώσαντα φύσιν. Ἀρχηγὸς τῆς ἡμετέρας σωτηρίας ἡ ληφθεῖσα φύσις. Ἐκείνη γὰρ ἐκ νεκρῶν ἀναστᾶσα πᾶσιν ἡμῖν ἐπραγματεύσατο τὴν ἀνάστασιν. ιαʹ. «Ὅ τε γὰρ ἁγιάζων, καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες.» Καὶ τοῦτο κατὰ τὸ ἀνθρώπινον τέθεικε. Κτιστὴ γὰρ ἡ ληφθεῖσα φύσις· εἷς δέ γε καὶ ἡμῶν καὶ αὐτῆς Ποιητής· ἀλλὰ δι' ἐκείνης ἁγιαζόμεθα. Εἰ δὲ καὶ κατὰ θείαν φύσιν οἱ αἱρετικοὶ τοῦτο νοῆσαι θελήσαιεν, οὐδὲ οὕτω λυμανοῦνται τῇ τοῦ Μονογενοῦς δόξῃ. Ἕνα γὰρ, φησὶν, ἔχομεν Πατέρα καὶ ἡμεῖς καὶ αὐτός. Ἀλλ' εὔδηλον, ὡς ὁ μέν ἐστι φύσει Υἱὸς, ἡμεῖς δὲ χάριτι. Ταύτην γὰρ ἡμᾶς διδάσκει τὴν διαφορὰν τὸ, τὸν μὲν ἁγιάζειν, ἡμᾶς δὲ ἁγιάζεσθαι. «Δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· (ιβʹ, ιγʹ.) Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Καὶ πάλιν· Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ' αὐτῷ. Καὶ πάλιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός.» Ἀπόχρη καὶ τὸ, οὐκ ἐπαισχύνεται, δεῖξαι τὴν διαφορὰν τῆς υἱότητος. Περὶ δεσποτῶν γὰρ καὶ δούλων διαλεγόμενοι, καὶ τὴν τῶν δεσποτῶν ταπεινοφροσύνην διδάσκοντες εἰώθαμεν λέγειν· Οὐκ ἐπαισχύνεται μετὰ τῶν οἰκετῶν ἐσθίων καὶ πίνων, καὶ συγκαθήμενος, καὶ τοὺς τούτων ἀῤῥώστους δι' ἑαυτοῦ θεραπεύων. Τοῦτο τοίνυν κἀνταῦθα αἰνίττεται, ὡς ὁ τὸ ὑπὲρ ἡμῶν καταδεξάμενος πάθος οὐκ ἐπαισχύνεται καλεῖν ἀδελφοὺς τούτους, ὑπὲρ ὧν τὸ πάθος ὑπέμεινεν. Οὐ μόνον δὲ αὐτοὺς ἀδελφοὺς, ἀλλὰ καὶ παιδία καλεῖ. Οὕτως ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις τοῖς θείοις ἔλεγεν ἀποστόλοις· «Τεκνία, ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι.» Καὶ πάλιν· «Τεκνία, μή τι προσφάγιον ἔχετε;» Ἔδειξε δὲ καὶ τὰ ταπεινῶς εἰρημένα οἰκονομικῶς εἰρημένα· τῷ γὰρ, οὐκ ἐπαισχύνεται, συνέζευξε τὸ, Ἐγὼ ἔσομαι πεποι-