Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.696
Not analysed yet
θὼς ἐπ' αὐτῷ. Οὐκ ἐπαισχύνεται γὰρ, διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν, καὶ ταπεινοῖς παρὰ τὴν οἰκείαν ἀξίαν κεχρῆσθαι λόγοις. Εἶτα τῆς περὶ τῶν παιδίων μαρτυρίας ἐπιλαβόμενος, τὸν περὶ τοῦ σωτηρίου πάθους ἐξυφαίνει λόγον. ιδʹ, ιεʹ. «Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας.» Πῶς οἷόν τε ἦν, φησὶν, ἢ ἀδελφὸν αὐτὸν ἡμῶν χρηματίσαι, ἢ παῖδας ἡμᾶς γνησίως καλέσαι, μὴ τὴν αὐτὴν περικείμενον φύσιν; Οὗ δὴ χάριν ταύτην ἀναλαβὼν, τὴν τοῦ θανάτου κατέλυσε δυναστείαν, καὶ τὸ ἐπικείμενον ἡμῖν διέλυσε δέος. Δειμαίνοντες γὰρ ἀεὶ διετελοῦμεν τὸν θάνατον, ἐπειδήπερ ἕλκειν ἠναγκαζόμεθα τῆς θνητότητος τὸν ζυγόν. Σφόδρα δὲ ἀναγκαίως καὶ τὸ, παραπλησίως τέθεικεν, ἵνα τὴν τῆς φαντασίας διελέγξῃ συκοφαντίαν. Ταῦτα δὲ διεξῆλθεν ἅπαντα, διδάσκων τοὺς ἐλάττονα τῶν ἀγγέλων τὸν Υἱὸν διὰ τὸ πάθος ὑπολαμβάνοντας, ὡς ἀναγκαίως τὸ πάθος ὑπέμεινε. Τοῦτο δὲ καὶ διὰ τῶν ἑξῆς ἐκπαιδεύει σαφέστερον. ιϛʹ. «Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.» Εἰ γὰρ ἀγγέλων ἀνειλήφῃ φύσιν, κρείττων ἂν ἐγεγόνει θανάτου. Ἐπειδὴ δὲ ἀνθρώπειον ἦν ὃ ἀνέλαβε, διὰ μὲν τοῦ πάθους τὸ τῶν ἀνθρώπων ἀπέδωκε χρέος, διὰ δὲ τῆς τοῦ πεπονθότος σώματος ἀναστάσεως τὴν οἰκείαν ἀπέδειξε δύναμιν. Ἄγαν δὲ σοφῶς ὁ θεῖος Ἀπόστολος ἀντὶ τοῦ γενικοῦ ὀνόματος τὸ ἰδικὸν τέθεικεν. Οὐ γὰρ εἶπε, Σπέρματος ἀνθρώπου ἐπιλαμβάνεται, ἀλλὰ, σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται, ἀναμιμνήσκων αὐτοὺς καὶ τῆς πρὸς τὸν Ἀβραὰμ γεγενημένης ἐπαγγελίας. ιζʹ. «Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι.» Ὁμοίως γὰρ ἡμῖν καὶ τροφῆς μετέλαβε, καὶ πόνον ὑπέμεινε, καὶ ἠθύμησε, καὶ ἐδάκρυσε, καὶ θάνατον κατεδέξατο. «Ἵνα ἐλεήμων γένηται, καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεὸν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. (ιηʹ.) Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.» Ἔδειξε προσφορὰν αὐτοῦ γεγενημένον τὸν σωτήριον θάνατον. Ὑπὲρ ἁπάσης γὰρ τῆς κτίσεως ὃ ἀνέλαβε προσενήνοχε σῶμα. Προστέθεικε δὲ καὶ ἕτερον εἰς ψυχαγωγίαν ἐκείνων. Τῇ πείρᾳ γὰρ, φησὶ, μεμαθηκὼς τῆς ἀνθρωπείας φύσεως τὴν ἀσθένειαν, ἅτε δὴ κατὰ νόμον καὶ κατὰ χάριν πολιτευσάμενος, τοῖς πολεμουμένοις ἐπικουρίαν ὀρέγει. Καὶ ταῦτα δὲ κατὰ τὸ ἀνθρώπειον εἴρηται. Οὔτε γὰρ ἀρχιερεὺς ἡμῶν ὡς Θεὸς, ἀλλ' ὡς ἄνθρωπος· οὔτε ὡς Θεὸς πέπονθεν,