Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.713
Not analysed yet
τερ, εἰπὼν, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ.» Τὸ δὲ, Ἔμαθεν, ἀφ' ὧν ἔπαθε, τὴν ὑπακοὴν, ὑπερβολικῶς ὁ Ἀπόστολος τέθεικε. Τὴν γὰρ ὑπακοὴν οὐ μετὰ τὸ πάθος, ἀλλὰ πρὸ τοῦ πάθους ἐπεδείξατο. Τελείωσιν δὲ τὴν ἀνάστασιν καὶ τὴν ἀθανασίαν ἐκάλεσε. Τοῦτο γὰρ τῆς οἰκονομίας τὸ πέρας. Ὑπερβολικῶς δὲ ἅπαντα τέθεικε τὰ παθήματα, οὐ μόνον δεῖξαι βουλόμενος τὸ τῆς ἐνανθρωπήσεως ἀληθὲς, ἀλλὰ καὶ ἐκεῖνον βεβαιῶν τὸν λόγον, ὃν ἤδη προείρηκεν· «Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας·» ἵνα καὶ ταύτῃ προτρέψῃ τούτους, οἷς ἔγραφεν, ἐπιμεῖναι τῇ πίστει, καὶ θαῤῥῆσαι τῇ τοῦ ἀρχιερέως συμπαθείᾳ τε καὶ φιλανθρωπίᾳ. Πάλιν δὲ τοῦ Μελχισεδὲκ μνημονεύσας, βούλεται μὲν τὴν τούτου ἱερωσύνην δεῖξαι τῆς Λευϊτικῆς μείζονα· ἀναβάλλεσθαι δὲ τέως δοκεῖ, διὰ τὴν τῶν διδασκομένων ἀσθένειαν. Τοῦτο γὰρ ἔφη· ιαʹ. «Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς.» Εἶτα καὶ μετρίαν αὐτῶν ποιεῖται κατηγορίαν, καὶ εὐφημίᾳ ταύτην κεράννυσιν, ἵνα διὰ ταύτης τὴν ὠφέλειαν εἰσδέξωνται. ιβʹ. «Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς.» Στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ, τοὺς ταπεινοτέρους περὶ τοῦ Χριστοῦ λόγους ἐκάλεσε. Τοῖς γὰρ μηδέπω τὴν πίστιν ἐσχηκόσι τελείαν, τὰ περὶ τῆς ἀνθρωπότητος προσέφερον μόνα τῆς ἀληθείας οἱ κήρυκες. Οὕτως ὁ μακάριος Πέτρος ἐν Ἰουδαίοις δημηγορῶν, ἐμέτρησε τὴν διδασκαλίαν τῇ ἀσθενείᾳ τῶν ἀκουόντων. «Ἰησοῦν γὰρ, ἔφη, τὸν Ναζωραῖον, ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς,» καὶ τὰ τούτων ἑξῆς τῷ λόγῳ τούτῳ συμβαίνοντα. Καὶ ὁ θεσπέσιος Παῦλος προσφέρων Ἀθηναίοις τὸ κήρυγμα, οὐ Θεὸν, ἀλλ' ἄνδρα τὸν Δεσπότην Χριστὸν προσηγόρευσεν. Οὕτω καὶ Κορινθίοις γράφων ἔφη, «Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε.» Ἐν δὲ τοῖς πρὸ τούτων γεγραμμένοις, ἐδήλωσε τί προσηγόρευσε γάλα. «Οὐ γὰρ ἔκρινα, φησὶ, τοῦ εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον.» Τοῦτο καὶ ἐνταῦθα λέγει· Καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς. Τὰ ταπεινότερα, φησὶ, περὶ τοῦ Δεσπότου Χριστοῦ λέγειν ὑμῖν ἀναγκαζόμεθα. Τοῖς γὰρ μηδὲ ταῦτα δεχομένοις πῶς οἷόν τε τὰ μείζονα προσενεγκεῖν; Εἶτα δείκνυσιν ἀτελοῦς καὶ τελείου διαφοράν. ιγʹ, ιδʹ. «Πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστι. Τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.» Ἀπὸ τῶν ἡλικιῶν ἔδειξε τὴν διαφοράν. Καθάπερ γὰρ τοῖς μὲν εὐθυγενέσι βρέφεσι τὸ