Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.716
Not analysed yet
γάλα προσφέρειν εἰώθαμεν, τοῖς δὲ στεγανωτέρους ἐσχηκόσιν ὀδόντας, πάσης λοιπὸν ἀπολαύειν τροφῆς ἐπιτρέπομεν· οὕτω τοῖς ἀτελῆ πίστιν ἔχουσι σύμμετρον τῆς ἀσθενείας τὴν διδασκαλίαν προσφέρομεν· τοὺς δὲ τελείαν εἰσδεξαμένους τῶν τελεωτέρων δογμάτων μεταλαγχάνειν παρασκευάζομεν. Καὶ σαφέστερον διδάσκων, τί προσηγόρευσε γάλα, ἐπήγαγε· ΚΕΦΑΛΑΙΟΝ ϛʹ. α. «Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα.» Τίς δὲ ὁ τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγος; «Μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεὸν, (βʹ, γʹ.) βαπτισμῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου. Καὶ τοῦτο ποιήσομεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεός.» Μεμψάμενος αὐτοῖς τὸ περὶ τὴν πίστιν ἀμφίβολον, τοῦτο γὰρ ἐκάλεσε γάλα, τῆς τελειότητος ἔχεσθαι παραινεῖ, καὶ τοῖς ἤδη καταβληθεῖσι θεμελίοις ἐποικοδομεῖν τὰ λοιπὰ, μὴ ἄλλον ἄνωθεν πηγνύναι θεμέλιον. Θεμέλιον δὲ τὴν πίστιν ἐκάλεσεν· ἔργα δὲ νεκρὰ τὴν πονηρίαν. Οἱ γὰρ πεπιστευκότες τὴν τούτων βδελυττόμενοι δυσοσμίαν, καὶ μεταμελείᾳ χρώμενοι, προσίασι τῷ θείῳ βαπτίσματι, καὶ διὰ τῆς ἱερατικῆς χειρὸς ὑποδέχονται τὴν χάριν τοῦ Πνεύματος, καὶ ἐν τῷ θείῳ βαπτίσματι τὸν τῆς ἀναστάσεως δεχόμενοι τύπον, προσμένουσι τὴν κοινὴν πάντων ἀνάστασιν, καὶ τὸ μέλλον κριτήριον. Ταῦτα στοιχεῖα ἐκάλεσε τῶν λογίων. Καθάπερ γὰρ τοῖς μειρακίοις ὁ γραμματιστὴς πρῶτον ὑποδείκνυσι τῶν στοιχείων τοὺς χαρακτῆρας· οὕτως οἱ τῆς εὐσεβείας διδάσκαλοι ταῦτα πρῶτα τοὺς πίστει προσιόντας παιδεύουσι. Λέγει τοίνυν ὁ θεῖος Ἀπόστολος, ὅτι τῶν τελειωτέρων ἐφίεσθαι χρὴ, καὶ μὴ πάλιν ἄνωθεν μανθάνειν τὰ τῆς εὐσεβείας στοιχεῖα. Τὸ μέντοι, Καὶ τοῦτο ποιήσωμεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεὸς, τῷ ἄνω προσήρμοσε, Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα. Καὶ τοῦτο ποιήσωμεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεὸς, ἀντὶ τοῦ, Σπουδάσωμεν, ἐπιθυμήσωμεν, πάντα πόνον ὑπὲρ τῆς τελειότητος ἀσπασώμεθα. Εἴωθε δὲ ὁ Ἀπόστολος πάντα ἐξαρτᾷν τῆς θείας προμηθείας. Διὰ τοῦτο προστέθεικεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεός. Οὕτω καὶ Κορινθίοις ἐπιστέλλων ἔλεγεν· «Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ.» Πληθυντικῶς δὲ τὸ βάπτισμα τέθεικεν, οὐ πολλὰ εἶναι διδάσκων βαπτίσματα, ἀλλ' ἐπειδὴ πολλοὶ τῆς τοῦ βαπτίσματος ἀπολαύουσι χάριτος. Ὅτι γὰρ ἓν ἐκήρυττε βάπτισμα, διδάσκει τὰ ἑξῆς· δʹ—ϛʹ. «Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας Πνεύματος ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος